ἥμισύ μευ ψυχῆς ἔτι τὸ πνέον, ἥμισυ δ᾽ οὐκ οἶδ᾽
εἴτ᾽ Ἔρος εἴτ᾽ Ἀίδης ἥρπασε, πλὴν ἀφανές.
ἦ ῥά τιν᾽ ἐς παίδων πάλιν ὤιχετο; καὶ μὲν ἀπεῖπον
πολλάκι 'τὴν δρῆστιν μὴ ὑποδέχεσθε νέοι᾽.
5† ουκισυνιφησον: ἐκεῖσε γὰρ ἡ λιθόλευστος
κείνη καὶ δύσερως οἶδ᾽ ὅτι που στρέφεται.