previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τεροι. ἐπειδὴ δ᾽ ἑκατέροις ἦν εὐτρεπῆ τὰ πρὸς τὸν κίνδυνον, πάλαι τῶν Νομαδικῶν ἱππέων πρὸς ἀλλήλους ἀκροβολιζομένων, τότε παρήγγειλε τοῖς ἐπὶ τῶν ἐλεφάντων Ἀννίβας ποιεῖσθαι τὴν ἔφοδον ἐπὶ τοὺς ὑπεναντίους. [2] ἅμα δὲ τῷ πανταχόθεν τὰς σάλπιγγας καὶ τὰς βυκάνας ἀναβοῆσαι τινὰ μὲν διαταραχθέντα τῶν θηρίων ἐξ αὐτῆς ὥρμησε παλίσσυτα κατὰ τῶν βεβοηθηκότων τοῖς Καρχηδονίοις Νομάδων: *** τῶν περὶ τὸν Μασαννάσαν ταχέως ἐψιλώθη τὸ λαιὸν κέρας τῶν Καρχηδονίων. [3] τὰ δὲ λοιπὰ συμπεσόντα τοῖς τῶν Ῥωμαίων γροσφομάχοις ἐν τῷ μεταξὺ χωρίῳ τῶν παρατάξεων πολλὰ μὲν ἔπασχε κακά, πολλὰ δ᾽ ἐποίει τοὺς ὑπεναντίους, [4] ἕως ὅτου πεφοβημένα τὰ μὲν διὰ τῶν διαστημάτων ἐξέπεσε, δεξαμένων αὐτὰ τῶν Ῥωμαίων ἀσφαλῶς κατὰ τὴν τοῦ στρατηγοῦ πρόνοιαν, τὰ δ᾽ ἐπὶ τὸ δεξιὸν μέρος παραφυγόντα διὰ τῶν ἱππέων συνακοντιζόμενα τέλος εἰς τὸν ἔξω τόπον τῶν στρατοπέδων ἐξέπεσεν, [5] ὅτε δὴ καὶ Λαίλιος ἅμα τῇ περὶ τοὺς ἐλέφαντας ταραχῇ συμβαλὼν ἠνάγκασε φυγεῖν τοὺς τῶν Καρχηδονίων ἱππεῖς προτροπάδην. [6] οὗτος μὲν οὖν ἐπέκειτο τοῖς φεύγουσιν ἐκθύμως: τὸ δ᾽ ὅμοιον ἐποίει καὶ Μασαννάσας. [7] κατὰ δὲ τὸν καιρὸν τοῦτον αἱ φάλαγγες ἀμφότεραι βάδην ἀλλήλαις καὶ σοβαρῶς ἐπῄεσαν, πλὴν τῶν ἐκ τῆς Ἰταλίας μετ᾽ Ἀννίβου παραγεγονότων: οὗτοι δ᾽ ἔμενον ἐπέχοντες τὸν ἐξ ἀρχῆς τόπον. [8] ἐπειδὴ δ᾽ ἐγγὺς ἦσαν ἀλλήλων, οἱ μὲν Ῥωμαῖοι κατὰ τὰ πάτρια συναλαλάξαντες καὶ συμψοφήσαντες τοῖς ξίφεσι τοὺς θυρεοὺς προσέβαλλον τοῖς ὑπεναντίοις, [9] οἱ δὲ μισθοφόροι τῶν Καρχηδονίων ἀδιάκριτον ἐποίουν τὴν φωνὴν καὶ παρηλλαγμένην: οὐ γὰρ πάντων ἦν κατὰ τὸν ποιητὴν αὐτὸς θροῦς

οὐδ᾽ ἴα γῆρυς,

ἄλλη δ᾽ ἄλλων γλῶσσα, πολύκλητοι δ᾽ ἔσαν ἄνδρες, καθάπερ ἀρτίως ἐξηριθμησάμην.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: