previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπολιτεύσαντο οὖν καὶ φιλόσοφοι, μηδ᾽ αὐτὸ τοῦτο μόνον τὴν διάνοιαν ἀγαθοὶ γενόμενοι ἐφ᾽ ἡσυχίας κατεβίωσαν. ἐπηνώρθωσαν γὰρ τὰ κοινὰ Ζάλευκος μὲν τὰ ἐν Λοκροῖς, Χαρώνδας δὲ τὰ ἐν Κατάνῃ καὶ τὰ ἐν Ῥηγίῳ, ὅτε ἐκ Κατάνης ἔφευγε. Ταραντίνοις δὲ ἐγένετο ἀγαθὸν Ἀρχύτας, Σόλων δὲ Ἀθηναίοις, Βίας δὲ καὶ Θαλῆς τὴν Ἰωνίαν πολλὰ ὤνησαν, Χίλων δὲ Λακεδαιμονίους, Μυτιληναίους γε μὴν Πιττακός, Κλεόβουλος δὲ Ῥοδίους. καὶ Ἀναξίμανδρος δὲ ἡγήσατο τῆς ἐς Ἀπολλωνίαν ἐκ Μιλήτου ἀποικίας. ἀλλὰ καὶ Ξενοφῶν στρατιώτης ἀγαθὸς ἦν καὶ ἀμείνων στρατηγός, ὅτε Κύρῳ συνανέβη: καὶ Κῦρος μὲν καὶ οἱ σὺν αὐτῷ ἀπέθανον, καλούσης δὲ τῆς χρείας τὸν δυνησόμενον σῶσαι τοὺς Ἕλληνας καὶ ἀγαγεῖν τὴν ὀπίσω ἐς τὰ οἰκεῖα, οὗτος ἐκεῖνος ἦν. Πλάτων δὲ Ἀρίστωνος Δίωνα κατήγαγεν ἐς Σικελίαν, καὶ δι᾽ ὧν αὐτῷ συνεβούλευε καὶ ἐδίδασκε, διὰ τούτων τὴν τυραννίδα τὴν Διονυσίου κατέλυσε. Σωκράτης δὲ [p. 46] τῇ μὲν Ἀθηναίων πολιτείᾳ οὐκ ἠρέσκετο: τυραννικὴν γὰρ καὶ μοναρχικὴν ἑώρα τὴν δημοκρατίαν οὖσαν: καὶ διὰ ταῦτα οὔτε ἐπεψήφισεν Ἀθηναίοις τὸν τῶν δέκα στρατηγῶν θάνατον, ἀλλ᾽ οὐδὲ τοῖς τριάκοντα ἐκοινώνει τῶν ἀσεβημάτων. ἔνθα δὲ ἐχρῆν ὑπὲρ τῆς πατρίδος ἀγωνίζεσθαι, ἀλλ᾽ ἐνταῦθά γε ἀπροφάσιστος ἐκεῖνος στρατιωτὴς ἦν. ἐστρατεύσατο γοῦν ἐπὶ Δήλιον, καὶ ἐς Ἀμφίπολιν καὶ ἐς Ποτίδαιαν. Ἀριστοτέλης δὲ τὴν ἑαυτοῦ πατρίδα οὐ τὸ λεγόμενον δὴ τοῦτο ἐς γόνυ πεσοῦσαν ἀλλ᾽ ἐπὶ στόμα ἀνέστησεν αὖθις. Δημήτριος δὲ Φαληρεὺς καὶ Ἀθήνησιν ἐπιφανέστατα ἐπολιτεύσατο, ἔστ᾽ αὐτὸν συνήθης Ἀθηναίοις φθόνος ἐξέωσε: καὶ ἐν Αἰγύπτῳ δὲ συνὼν τῷ Πτολεμαίῳ νομοθεσίας ἦρξε. τίς δὲ ἀντιφήσει καὶ Περικλέα τὸν Ξανθίππου φιλόσοφον γενέσθαι καὶ Ἐπαμεινώνδαν τὸν Πολύμνιδος καὶ Φωκίωνα τὸν Φώκου καὶ Ἀριστείδην τὸν Λυσιμάχου καὶ Ἐφιάλτην τὸν Σοφωνίδου καὶ ἔτι κάτω τοῦ χρόνου Καρνεάδην καὶ Κριτόλαον, εἴ γε ἐς τὴν Ῥώμην ἀφίκοντο ἐκεῖνοι ὑπὲρ τῶν Ἀθηναίων πρεσβεύοντες, καὶ αὐτοῖς σωτηρίαν εὕραντο; οἵπερ οὖν ἐς τοσοῦτον ἐνέτρεψαν τὴν σύγκλητον βουλήν, ὡς εἰπεῖν αὐτοὺς ῾ἔπεμψαν Ἀθηναῖοι πρεσβεύοντας οὐ τοὺς πείσοντας ἀλλὰ γὰρ τοὺς βιασομένους ἡμᾶς δρᾶσαι ὅσα θέλουσιν.᾿ ἐγὼ δὲ πολιτείαν φαίην ἂν καὶ τὸ Περσαίου, εἴ γε Ἀντίγονον ἐπαίδευσε, καὶ τὸ Ἀριστοτέλους, ἐπεὶ καὶ αὐτὸς σὺν Ἀλεξάνδρῳ τῷ Φιλίππου νέῳ ὄντι φιλοσοφῶν ἦν δῆλος. καὶ Λῦσις δὲ γνώριμος Πυθαγόρου καὶ αὐτὸς Ἐπαμεινώνδαν ἐξεπαίδευσεν. εἴ τις οὖν ἀπράκτους λέγει τοὺς φιλοσόφους, ἀλλὰ εὐήθη γε αὐτοῦ καὶ ἀνόητα ταῦτα: ἐγὼ μὲν γὰρ τὴν σὺν αὐτοῖς ἀπραγμοσύνην καὶ τὸν τῆς ἡσυχίας ἔρωτα κἂν ἁρπάσαιμι ἐπιδραμών. [p. 47]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (12 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: