previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[41] πρεσβευόντων δ᾽ ἐς αὐτὸν ἁπάντων ὅμηρά τε ᾔτησεν ἄλλα, καὶ βιβλία ἐσφραγισμένα ἐς ἑκάστους περιέπεμπε, καὶ τοὺς φέροντας ἐκέλευεν ἡμέρᾳ μιᾷ πάντας ἀποδοῦναι: καὶ ὥριζε τὴν ἡμέραν, τεκμηράμενος ὅτε μάλιστα ἐς τὴν πορρωτάτω πόλιν ἀφίξονται. ἐκέλευε δ᾽ γραφὴ ταῖς ἀρχαῖς τῶν πόλεων ἁπάσαις καθαιρεῖν τὰ τείχη σφῶν, αὐτῆς ἡμέρας τὰ γράμματα λάβοιεν: εἰ δὲ ἀνάθοιντο τὴν ἡμέραν, ἀνδραποδισμὸν ἠπείλει. οἱ δὲ ἄρτι μὲν ἡττημένοι μεγάλῃ μάχῃ, ὑπὸ δὲ ἀγνοίας εἴτε μόνοις εἴθ᾽ ἅπασι ταῦτα προσετάχθη, φοβούμενοι μόνοι μὲν ὡς εὐκαταφρόνητοι, μετὰ δὲ τῶν ἄλλων μὴ μόνοι βραδύνωσι, καιρόν τε οὐκ ἔχοντες περιπέμψαι πρὸς ἀλλήλους, καὶ τοὺς στρατιώτας τοὺς ἐληλυθότας μετὰ τῶν γραμμάτων ἐφεστῶτας σφίσιν εὐλαβούμενοι, τὸ σφέτερον ἀσφαλὲς ἕκαστοι προύργου τιθέμενοι, τὰ τείχη καθῄρουν μετὰ σπουδῆς. ἐν γὰρ ἅπαξ ὑπακούειν ἐδόκει, καὶ τὸ ταχέως εἰργάσθαι προσλαβεῖν ἐφιλοτιμοῦντο. οὕτω μὲν αἱ πόλεις αἱ περὶ Ἴβηρα ποταμὸν μιᾶς ἡμέρας, ὑφ᾽ ἑνὸς στρατηγήματος, αὐταὶ τὰ τείχη τὰ ἑαυτῶν καθῄρουν, καὶ Ῥωμαίοις ἐς τὸ μέλλον εὐέφοδοι γενόμεναι διέμειναν ἐς πλεῖστον ἐπὶ εἰρήνης.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), HISPA´NIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: