previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[49] καὶ Μάρκελλος ἐξ ἑκατέρων πρέσβεις ἐς Ῥώμην ἔπεμπεν ἀντιλέξοντας ἀλλήλοις, ἰδίᾳ δ᾽ ἐπέστελλε τῇ βουλῇ προτρέπων ἐς τὰς διαλύσεις: ἐβούλετο γὰρ ἐφ᾽ ἑαυτοῦ τὸν πόλεμον ἐκλυθῆναι, δόξαν οἱ χρηστὴν καὶ ἀπὸ τοῦδε νομίζων ἔσεσθαι. τῶν δὲ πρέσβεων οἱ μὲν ἐκ τῆς φιλίας ἐς τὴν πόλιν ἐσελθόντες ἐξενίζοντο, οἱ δὲ ἐκ τῶν πολεμίων, ὡς ἔθος ἐστίν, ἔξω τειχῶν ἐστάθμευον. ἀποδοκιμάζουσα δ᾽ βουλὴ τὴν εἰρήνην, καὶ χαλεπῶς φέρουσα ὅτι μή, καθάπερ αὐτοὺς ἠξίου Νωβελίων πρὸ Μαρκέλλου, Ῥωμαίοις αὑτοὺς ἐπετετρόφεσαν, Μάρκελλον αὐτοῖς ἐξοίσειν ἔφη τὰ δόξαντα. καὶ στρατιὰν εὐθὺς ἐκλήρουν ἐς Ἰβηρίαν τότε πρῶτον ἀντὶ καταλέξεως: πολλῶν γὰρ αἰτιωμένων τοὺς ὑπάτους ἀδίκους ποιεῖσθαι τὰς καταγραφὰς καί τινας ἐς τὰς κουφοτέρας στρατείας καταλέγειν, ἔδοξεν ἀπὸ κλήρου τότε συναγαγεῖν. ὧν ἐστρατήγει Λικίνιος Λεύκολλος ὕπατος, πρεσβευτῇ χρώμενος Κορνηλίῳ Σκιπίωνι τῷ Καρχηδόνα μετ᾽ οὐ πολὺ ἑλόντι, καὶ Νομαντίαν ὕστερον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: