[22]
Σύφαξ δὲ νυκτὸς μὲν ἔτι, τῆς βοῆς αἰσθόμενος καὶ τὸ πῦρ ὁρῶν, οὐκ ἐπεξῆλθεν, ἀλλὰ τῶν ἱππέων τινὰς ἐπικουρεῖν ἔπεμψεν Ἀσδρούβᾳ, οἷς ὁ Μασσανάσσης ἐπιπεσὼν ἄφνω πολὺν ἐργά ζεται φόνον. ἅμα δ᾽ ἡμέρᾳ μαθὼν ὁ Σύφαξ Ἀσδρούβαν μὲν ἤδη φυγόντα, τῆς δὲ στρατιᾶς αὐτοῦ τοὺς μὲν ἀπολωλότας, τοὺς δ᾽ εἰλημμένους ὑπὸ τῶν πολεμίων, τοὺς δὲ διερριμμένους, καὶ τὸ στρατόπεδον αὐτῇ παρασκευῇ Ῥωμαίους ἔχοντας, ἀνεζεύγνυε φεύγων ἐς τὰ μεσόγεια μετὰ θορύβου, πάντα καταλιπών, οἰόμενος εὐθὺς ἀπὸ τῆς Καρχηδονίων διώξεως αὑτῷ τὸν Σκιπίωνα ἐπανίοντα ἐπιστήσεσθαι. ὅθεν καὶ τοῦδε τὸν χάρακα καὶ τὴν ἐν αὐτῷ παρασκευὴν εἷλε Μασσανάσσης.
This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

