previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἐπεφοίτησε καὶ Ἀντιοχείᾳ τῇ μεγάλῃ πεπαυμένος τοῦ σιωπᾶν, καὶ παρῆλθεν ἐς τὸ ἱερὸν τοῦ Δαφναίου Ἀπόλλωνος, περιάπτουσιν Ἀσσύριοι τὸν μῦθον τὸν Ἀρκάδα: τὴν γὰρ τοῦ Λάδωνος Δάφνην ἐκεῖ μεταφῦναι λέγουσι καὶ ποταμὸς αὐτοῖς ῥεῖ Λάδων, καὶ φυτὸν τιμᾶται παρ᾽ αὐτοῖς δάφνης, τοῦτο δὴ τὸ ἀντὶ τῆς παρθένου, κυπαρίττων τε ὕψη ἀμήχανα περιέστηκε κύκλῳ τὸ ἱερὸν καὶ πηγὰς ἐκδίδωσιν χῶρος ἀφθόνους τε καὶ ἠρεμούσας, αἷς τὸν Ἀπόλλω φασὶ ῥαίνεσθαι. ἐνταῦθα κυπαρίττου τι ἔρνος γῆ ἀναδέδωκεν ἐπὶ Κυπαρίττῳ φασὶν ἐφήβῳ Ἀσσυρίῳ, καὶ πιστοῦται τὴν μεταβολὴν ὥρα τοῦ φυτοῦ. καὶ ἴσως νεανικώτερον ἅπτεσθαι δοκῶ τοῦ λόγου διαμυθολογῶν τὰ τοιαῦτα: ἀλλ᾽ οὐχ ὑπὲρ μυθολογίας ταῦτα. τί δέ μοι λόγος βούλεται; Ἀπολλώνιος ἰδὼν τὸ ἱερὸν χαρίεν μέν, σπουδὴν δ᾽ ἐν αὐτῷ οὐδεμίαν, ἀλλ᾽ ἀνθρώπους ἡμιβαρβάρους καὶ ἀμούσουςἌπολλον,’ ἔφημετάβαλε τοὺς ἀφώνους ἐς δένδρα, ἵνα κἂν ὡς κυπάριττοι ἠχῶσιν.’ τὰς δὲ πηγὰς ἐπισκεψάμενος, ὡς γαλήνην ἄγουσι καὶ κελαρύζει σφῶν οὐδεμία, ‘ ἀφωνίαεἶπεν ἐνταῦθα οὐδὲ ταῖς πηγαῖς ξυγχωρεῖ φθέγγεσθαι.’ πρὸς δὲ τὸν Λάδωνα ἰδὼνοὐχ θυγάτηρἔφησοὶ μόνη μετέβαλεν, ἀλλὰ καὶ σὺ τῷ δόξαι βάρβαρος ἐξ Ἕλληνός τε καὶ Ἀρκάδος.’ Ἐπεὶ δὲ ἔγνω διαλέγεσθαι, [p. 17] τὰ μὲν ὁμιλούμενα τῶν χωρίων καὶ ἀτακτοῦντα παρῃτεῖτο φήσας οὐκ ἀνθρώπων ἑαυτῷ δεῖν, ἀλλ᾽ ἀνδρῶν, τὰ δὲ σεμνότερα ἐσεφοίτα καὶ ᾤκει τῶν ἱερῶν τὰ μὴ κληιστά. ἡλίου μὲν δὴ ἀνίσχοντος ἐφ᾽ ἑαυτοῦ τινα ἔπραττεν, μόνοις ἐποίει δῆλα τοῖς ἐτῶν τεττάρων σιωπᾶν γεγυμνασμένοις, τὸν δὲ μετὰ ταῦτα καιρόν, εἰ μὲν Ἑλλὰς πόλις εἴη καὶ τὰ ἱερὰ γνώριμα, ξυγκαλῶν ἂν τοὺς ἱερέας ἐφιλοσόφει περὶ τῶν θεῶν καὶ διωρθοῦτο αὐτούς, εἴ που τῶν νομιζομένων ἐξαλλάττοιεν, εἰ δὲ βάρβαρά τε καὶ ἰδιότροπα εἴη, διεμάνθανε τοὺς ἱδρυσαμένους αὐτὰ καὶ ἐφ᾽ ὅτῳ ἱδρύθη, πυθόμενός τε, ὅπη θεραπεύεται ταῦτα καὶ ὑποθέμενος, εἴ τι σοφώτερον τοῦ δρωμένου ἐνθυμηθείη, μετῄει ἐπὶ τοὺς ὁμιλητὰς καὶ ἐκέλευεν ἐρωτᾶν, βούλονται. ἔφασκε γὰρ χρῆναι τοὺς οὕτω φιλοσοφοῦντας ἠοῦς μὲν ἀρχομένης ξυνεῖναι θεοῖς, προϊούσης δὲ περὶ θεῶν, τὸν δὲ μετὰ ταῦτα καιρὸν ἀνθρωπείων πέρι τὰς ξυνουσίας ποιεῖσθαι. εἰπὼν δ᾽ ἂν πρὸς τοὺς ἑταίρους, ὁπόσα ἠρώτων, καὶ ἱκανῶς τῆς τοιαύτης ξυνουσίας ἔχων ἐπὶ τὴν διάλεξιν ἀνίστατο λοιπὸν τὴν ἐς πάντας, οὐ πρὸ μεσημβρίας, ἀλλ᾽ ὁπότε μάλιστα ἡμέρα ἑστήκοι. καὶ διαλεχθεὶς ἂν ὡς ἀπαρκεῖν ᾤετο, ἠλείφετό τε καὶ τριψάμενος ἵει ἑαυτὸν ἐς ὕδωρ ψυχρὸν γῆρας ἀνθρώπων καλῶν τὰ βαλανεῖα: τῆς γοῦν Ἀντιοχείας ἀποκλεισθείσης ἐς αὐτὰ ἐπὶ μεγάλοις ἁμαρτήμασινἔδωκεν ὑμῖνἔφη βασιλεὺς κακοῖς οὖσι βιῶναι πλείονα ἔτη.’ Ἐφεσίων δὲ βουλομένων καταλιθῶσαι τὸν ἄρχοντα ἐπὶ τῷ μὴ ἐκπυροῦν τὰ βαλανεῖαὑμεῖς μὲν τὸν ἄρχονταἔφηαἰτιᾶσθε, ἐπειδὴ πονηρῶς λοῦσθε, ἐγὼ δὲ ὑμᾶς, ὅτι λοῦσθε.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: