previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


πορευθέντας δὲ αὐτοὺς ὑπὲρ τὸν ποταμὸν ἦγεν παρὰ τοῦ σατράπου ἡγεμὼν εὐθὺ τῶν Ταξίλων, οὗ τὰ βασίλεια ἦν τῷ Ἰνδῷ. στολὴν δὲ εἶναι τοῖς μετὰ τὸν Ἰνδὸν λίνου φασὶν ἐγχωρίου καὶ ὑποδήματα βύβλου καὶ κυνῆν, ὅτε ὕοι, καὶ βύσσῳ δὲ τοὺς [p. 62] φανερωτέρους αὐτῶν φασιν ἐστάλθαι, τὴν δὲ βύσσον φύεσθαι δένδρου φασὶν ὁμοίου μὲν τῇ λεύκῃ τὴν βάσιν, παραπλησίου δὲ τῇ ἰτέᾳ τὰ πέταλα. καὶ ἡσθῆναι τῇ βύσσῳ φησὶν Ἀπολλώνιος, ἐπειδὴ ἔοικε φαιῷ τρίβωνι. καὶ ἐς Αἴγυπτον δὲ ἐξ Ἰνδῶν ἐς πολλὰ τῶν ἱερῶν φοιτᾷ βύσσος. τὰ δὲ Τάξιλα μέγεθος μὲν εἶναι κατὰ τὴν Νῖνον, τετειχίσθαι δὲ ξυμμέτρως, ὥσπερ αἱ Ἑλλάδες, βασίλεια δὲ εἶναι ἀνδρὸς τὴν Πώρου τότε ἀρχὴν ἄρχοντος, νεὼν δὲ πρὸ τοῦ τείχους ἰδεῖν φασιν οὐ παρὰ πολὺ τῶν ἑκατομπόδων λίθου κογχυλιάτου, καὶ κατεσκευάσθαι τι ἱερὸν ἐν αὐτῷ ἧττον μὲν κατὰ τὸν νεὼν τοσοῦτόν τε ὄντα καὶ περικίονα, θαυμάσαι δὲ ἄξιον: χαλκοῖ γὰρ πίνακες ἐγκεκρότηνται τοίχῳ ἑκάστῳ, γεγραμμένοι τὰ Πώρου τε καὶ Ἀλεξάνδρου ἔργα: γεγράφαται δὲ ὀρειχάλκῳ καὶ ἀργύρῳ καὶ χρυσῷ καὶ χαλκῷ μέλανι ἐλέφαντες ἵπποι στρατιῶται κράνη ἀσπίδες, λόγχαι δὲ καὶ βέλη καὶ ξίφη σιδήρου πάντα, καὶ ὥσπερ λόγος εὐδοκίμου γραφῆς, οἷον εἰ Ζεύξιδος εἴη τι Πολυγνώτου τε καὶ Εὐφράνορος, οἳ τὸ εὔσκιον ἠσπάσαντο καὶ τὸ ἔμπνουν καὶ τὸ ἐσέχον τε καὶ ἐξέχον, οὕτως, φασί, κἀκεῖ διαφαίνεται, καὶ ξυντετήκασιν αἱ ὕλαι καθάπερ χρώματα. ἡδὺ δὲ καὶ αὐτὸ τὸ ἦθος τῆς γραφῆς: ἀναθεὶς γὰρ ταῦτα μετὰ τὴν τοῦ Μακεδόνος τελευτὴν Πῶρος νικᾷ ἐν αὐτοῖς Μακεδὼν καὶ τὸν Πῶρον ἀνακτᾶται τετρωμένον καὶ δωρεῖται τὴν Ἰνδικὴν ἑαυτοῦ λοιπὸν οὖσαν. λέγεται δὲ καὶ πενθῆσαι τὸν Ἀλέξανδρον ἀποθανόντα Πῶρος ὀλοφύρασθαί τε ὡς γενναῖον καὶ χρηστὸν βασιλέα, ζῶντός τε Ἀλεξάνδρου μετὰ τὴν ἐκ τῆς Ἰνδικῆς ἀναχώρησιν μήτε εἰπεῖν τι ὡς βασιλεὺς καίτοι ξυγχωροῦντος, μήτε προστάξαι τοῖς Ἰνδοῖς, ἀλλ᾽ ὥσπερ [p. 63] σατράπης σωφροσύνης μεστὸς εἶναι καὶ πράττειν ἐς χάριν τὴν ἐκείνου πάντα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (8 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: