previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


περὶ ψυχῆς δέ, ὡς ἀθάνατος εἴη, ἐφιλοσόφει ἔτι, διδάσκων μέν, ὅτι ἀληθὴς ὑπὲρ αὐτῆς λόγος, πολυπραγμονεῖν δὲ μὴ ξυγχωρῶν τὰ ὧδε μεγάλα: ἀφίκετο μὲν γὰρ ἐς τὰ Τύανα μειράκιον θρασὺ περὶ τὰς ἔριδας καὶ μὴ ξυντιθέμενον ἀληθεῖ λόγῳ, τοῦ δὲ Ἀπολλωνίου ἐξ ἀνθρώπων μὲν ἤδη ὄντος, θαυμαζομένου δ᾽ ἐπὶ τῇ μεταβολῇ καὶ μηδ᾽ ἀντιλέξαι θαρροῦντος μηδενός, ὡς οὐκ ἀθάνατος εἴη, [p. 343] λόγοι μὲν οἱ πλείους ὑπὲρ ψυχῆς ἐγίγνοντο, καὶ γὰρ νεότης τις ἦν αὐτόθι σοφίας ἐρῶντες, τὸ δὲ μειράκιον οὐδαμῶς τῇ τῆς ψυχῆς ἀθανασίᾳ ξυντιθέμενονἐγώ,’ ἔφη παρόντες, τουτονὶ μῆνα δέκατον Ἀπολλωνίῳ διατελῶ εὐχόμενος ἀναφῆναί μοι τὸν ὑπὲρ ψυχῆς λόγον, δ᾽ οὕτω τέθνηκεν, ὡς μηδ᾽ ἐφίστασθαι δεομένῳ, μηδ᾽, ὡς ἀθάνατος εἴη, πείθειν.’ τοιαῦτα μὲν τὸ μειράκιον τότε, πέμπτῃ δὲ ἀπ᾽ ἐκείνης ἡμέρᾳ περὶ τῶν αὐτῶν σπουδάσαν κατέδαρθε μὲν οὗ διελέγετο, τῶν δὲ ξυσπουδαζόντων νέων οἱ μὲν πρὸς βιβλίοις ἦσαν, οἱ δ᾽ ἐσπούδαζον γεωμετρικοὺς ἐπιχαράττοντες τύπους τῇ γῇ, τὸ δ᾽, ὥσπερ ἐμμανές, ἀναπηδῆσαν ὠμόυπνον ἱδρῶτί τε πολλῷ ἐρρεῖτο καὶ ἐβόαπείθομαί σοι.’ ἐρομένων δ᾽ αὐτὸ τῶν παρόντων, τι πέπονθεν, ‘οὐχ ὁρᾶτεἔφηὑμεῖς Ἀπολλώνιον τὸν σοφόν, ὡς παρατυγχάνει τε ἡμῖν ἐπακροώμενος τοῦ λόγου καὶ περὶ ψυχῆς ῥαψῳδεῖ θαυμάσια;’ ‘ποῦ δ᾽ οὗτος;’ ἔφασανὡς ἡμῖν γε οὐδαμοῦ φαίνεται καίτοι βουλομένοις ἂν τοῦτο μᾶλλον τὰ πάντων ἀνθρώπων ἀγαθὰ ἔχειν.’ καὶ τὸ μειράκιονἔοικεν ἐμοὶ μόνῳ διαλεξόμενος ἥκειν ὑπὲρ ὧν μὴ ἐπίστευον: ἀκούτἐ οὖν, οἷα τῷ λόγῳ ἐπιθειάζει:

ἀθάνατος ψυχὴ κοὐ χρῆμα σόν, ἀλλὰ προνοίας,
μετὰ σῶμα μαρανθέν, ἅτ᾽ ἐκ δεσμῶν θοὸς ἵππος,
ῥηιδίως προθοροῦσα κεράννυται ἠέρι κούφῳ
δεινὴν καὶ πολύτλητον ἀποστέρξασα λατρείην:
σοι δὲ τί τῶνδ᾽ ὄφελος, ποτ᾽ οὐκέτ᾽ ἐὼν τότε δόξεις;
τί μετὰ ζῳοῖσιν ἐὼν περὶ τῶνδε ματεύεις;
καὶ σαφὴς οὗτος Ἀπολλωνίου τρίπους ἕστηκεν ὑπὲρ τῶν τῆς ψυχῆς ἀπορρήτων, ἵν᾽ εὔθυμοί τε καὶ τὴν αὑτῶν φύσιν εἰδότες, οἷ τάττουσι Μοῖραι, πορευοίμεθα. [p. 344] τάφῳ μὲν οὖν ψευδοταφίῳ τοῦ ἀνδρὸς οὐδαμοῦ προστυχὼν οἶδα καίτοι τῆς γῆς, ὁπόση ἐστίν, ἐπελθὼν πλείστην, λόγοις δὲ πανταχοῦ δαιμονίοις, καὶ ἱερὰ Τύανάδε βασιλείοις ἐκπεποιημένα τέλεσιν: οὐδὲ γὰρ βασιλεῖς ἀπηξίουν αὐτὸν ὧν αὐτοὶ ἠξιοῦντο.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: