Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
Ἐκταττέτω πρῶτον ἀναδοὺς τὰ ὅπλα πᾶσιν, ἵν̓
ἐν μελέτῃ σφίσιν ᾖ τὸ μένειν ἐν τάξει, καὶ ταῖς
ὄψεσι καὶ τοῖς ὀνόμασι συνήθεις ἀλλήλοις γιγνόμενοι,
τίς ὑπὸ τίνα καὶ ποῦ καὶ μετὰ πόσους,
ὑπ̓ τάς τε ἐκτάσεις καὶ συστολὰς καὶ ἐγκλίσεις
ἐπὶ λαιὰ καὶ δεξιά, καὶ λόχων μεταγωγὰς καὶ
διαστήματα καὶ πυκνώσεις, καὶ τὰς δἰ ἀλλήλων
ἀντεξόδους καὶ εἰσόδους, καὶ τὰς κατὰ λόχους
[p. 410]
διαιρέσεις, καὶ τὰς κατάξεις καὶ τὴν ἐπὶ
φάλαγγα ἐκτείνουσαν καὶ τὴν ἐπὶ βάθος ὑποστέλλουσαν,
καὶ τὴν ἀμφιπρόσωπον μάχην, ὅτ̓
ἂν οἱ κατ̓ οὐρὰν ἐπιστρέψαντες πρὸς τοὺς κυκλουμένους
μάχωνται, καὶ τὰς ἀνακλήσεις ἐκδιδασκέτω.