Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
Καὶ
ἕως μέν τινος ἐδεῖτο τῆς μητρὸς ἐξικετεῦσαι ἐκείνην
ὅπως τε εἰς λόγους αὐτῷ ἀφίκοιτο κἀπειδὴ εἰς πολὺν
πόθον ἐπαγάγοιτο αὐτόν, δήλη ποτὲ γένοιτο:
νυνὶ δὲ παντάπασι πρᾶγμα ἄγνωμον πάσχειν διὰ τὸ
μὴ ἐφίεσθαι αὐτῷ καθορᾶν τὴν ἐκ πολλοῦ χρόνου
συνοῦσαν αὐτῷ: ἐπεὶ δὲ ἡ μήτηρ ἀπεῖργεν αἰτιωμένη
τὴν αἰσχύνην τῆς γυναικός, κελεύει τινὰ τῶν ἀμφ̓
αὑτὸν οἰκετῶν λύχνα κατακρύψαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.