previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ς. περὶ Μανίης.

μανίης τρόποι εἴδεσι μὲν μυρίοι, γένεϊ δὲ μοῦνος εἷς: ἔκστασις γάρ ἐστι τὸ σύμπαν χρόνιος, ἄνευθεν πυρετοῦ: εἰ γάρ κοτε καὶ πυρετὸς ἐπιλάβοι, οὐκ ἀπὸ μανίης ἂν ἴδιος γίγνοιτο, ἀλλ᾽ ἐκ συντυχίης ἄλλης: ἐκφλέγει γὰρ καὶ οἶνος ἐς παραφορὴν ἐν μέθῃ: ἐκμαίνει δὲ καὶ τῶν ἐδεστῶν μετεξέτερα , μανδραγόρη, ὑοσκύαμος, ἀλλ᾽ οὔ τί πω μανίη τάδε κικλήσκεται. ἐπὶ γὰρ σχεδίου γιγνόμενα καθίστα ται θᾶττον: τὸ δὲ ἔμπεδον μανίη ἴσχει: τῇδε τῇ μανίῃ οὐδέν τι ἴκελον λήρησις, γήραος ξυμφορή. αἰσθήσιος γάρ ἐστι νάρκη, καὶ γνώμης νάρκωσις ἠδὲ τοῦ νοῦ ὑπὸ ψύξιος:1 μανίη δὲ θερμόν τι καὶ ξηρὸν τῇ αἰτίῃ, καὶ ταραχῶδ ες τῇσι πρήξεσι: μὲν γὰρ λήρησις ἀρχομέν η ἀπὸ γήραος οὔτε διαλείπει, καὶ [p. 59] ξυναποθνήσκει: μανίη δὲ καὶ διαλείπει καὶ μελεδῶνι ἐς τέλος ἀποπαύεται: διάλειψις δὲ ἀτελὴς, ἢν τῷ τῆς μανίης λόγῳ γίγνηται, οὐκ εἰκότως ἀκεομέν ου τοῦ κακοῦ ἰητρείῃ, τῆς ὥρης εὐκρασίῃ.2 μετεξετέρους γὰρ δοκέοντας ἀσινέας ἔμμεναι, ὥρη τὸ ἔαρ, ἁμαρτωλὴ διαίτης, ὀργὴ ἐκ συντυχίης ἐς ἀνάκλησιν ἤγαγε.

καὶ γὰρ δὴ νοσέουσι οἱ φύσι ὀργίλοι, ὀξύθυμοι, Ρ῾έκται, εὐμαρέες, ἱλαροὶ, παιδιώδεες : ἀτὰρ καὶ οἷσι ἐς ἐναντίην ἰδέην φύσις Ρ῾έπει, ὁκόσοι νωθροὶ, ἐπίλυποι, βραδεῖς μὲν ἐκμαθεῖν, ἐπίμονοι δὲ προσκαμεῖν, ποτὶ καὶ μαθόντες, ἀμνήμονες, οἵδε καὶ μελαγχολῆσαι ἑτοιμότεροι, οἱ δὲ καὶ πρόσθεν ἐκμαίνονται. ἀτὰρ καὶ ἡλικίῃσι, οἷσι τὸ θερμὸν καὶ αἷμα πουλὺ, οἵδε μαίνονται. τοῖσι ἀμφὶ ἥβην καὶ νέοισι καὶ οἷσι πάντων ἀκμή: ὁκόσοισι δὲ τὸ θερμὸν ἐκ μελαίνης χολῆς ἐξάπτεται, τό τε εἶδος ἐς ξηρὸν τρέπεται, τουτέοισι μελαγχολῆσαι Ρ῾ήϊστον : δίαιτα δὲ ἄγει, πουλυφαγίη, πλησμονὴ ἄμετρος, μέθη, λαγνείη, ἔρωτες ἀφροδισίων : ἐμάνησάν κοτε καὶ γυναῖκες ὑπὸ ἀκαθαρσίης τοῦ σκήνεος, εὖτε αὐτέῃσι ἀπηνδρώθησαν αἱ μῆτραι: ἄλλαι δὲ, οὐ μᾶλλον δὲ Ρ῾ηϊδίως ἐκμαίνονται: μάλα δὲ χαλεπῶς ἐκμαίνονται. αἵδε αἱ προφάσιες. καὶ γὰρ ἄνδρα ἐξάπτουσι, ἢν ξυνήθη αἵματος ἔκκρισιν, χολῆς, ἱδρῶτος ἐπίσχῃ τις αἰτίη.

καὶ οἷσι μὲν ἡδονὴ μανίη, γελῶσι, παίζουσι, ὀρχεῦνται νυκτὸς καὶ ἡμέρης, καὶ ἐς ἀγορὴν ἀμφαδὸν, καὶ ἐστεμμένοι κοτὲ ὅκως ἐξ ἀγωνίης νικηφόροι ἔασιν: ἄλυπος τοῖσι πέλας ἰδέη: μετεξέτεροι δὲ ὑπὸ ὀργῆς ἐκμαίνονται. ἔσθ᾽ ὅτε ἐσθῆτάς τε ἐρρήξαντο, καὶ θεράποντας ἀπέκτειναν, καὶ ἑωυτέοισι χεῖρας ἐπήνεγκαν: ἥδε καὶ τοῖς πέλας οὐκ ἀκίνδυνος ξυμφορή : ἰδέαι δὲ μυρίαι, τοῖσι μέν γε εὐφυέσιτε καὶ [p. 60] εὐμαθέσι ἀστρονομίη ἀδίδακτος,3 φιλοσοφίη αὐτομάτη, ποίησις δῆθεν ἀπὸ μουσέων. ἴσχει γάρ τι καὶ ἐν νούσοισι εὔχρηστον εὐπαιδευσίη: τοῖσι δὲ ἀπαιδεύτοισι ἀχθοφορίη, πηλοεργίη, τέκτονες, λιθοξόοι: γίγνονται δὲ καὶ ἀλλόκοτοι φαντασίαι. ἐδεδίει γάρ τις ληκύθων ἔκπτωσιν ... καὶ ἄλλος οὐκ ἔπινε, δοκέων ἑωυτὸν πλίνθον ἔμμεναι, ὡς μὴ τῷ ὑγρῷ λυθείη.

Μυθολογέεται δὲ καὶ τόδε: τέκτων ἤδη ἐπὶ οἴκου μὲν σαόφρων ἐργάτης ἦν, μετρῆσαι ξύλον, κόψαι, ξύσαι, ξυγγομφῶσαι, ἁρμόσαι, ξυντελέσαι δόμον νηφαλέως, τοῖσι ἐργοδότῃσι ὁμιλῆσαι, ξυμβῆναι, ἀμεῖψαι τὰ ἔργα μισθοῦ δικαίου. δὲ ἐπὶ μὲν τοῦ χωρίου τοῦ ἔργου ὧδε εἶχε γνώμης: ἢν δὲ ἐξίῃ κοτὲ ἐς ἀγορὴν, ἐπὶ λουτρὸν, τιν᾽ ἑτέρην ἀνάγκην, τιθεὶς τὰ ὅπλα πρῶτον ἔστενεν, εἶτα ἐπῆγεν ὤμω ἐξιών: ἐπὴν δὲ ἀπῆλθε τῆς τε τῶν οἰκετῶν θέης καὶ τῆς τοῦ ἔργου πρήξιος καὶ τοῦ χωρίου, πάμπαν ἐξεμαίνετο : κἢν παλινδρομήσῃ ταχὺ, αὖθις ἐσωφρόνεε. καὶ ἥδε τοῦ χωρίου καὶ τῆς γνώμης ξυμβολή.

ἴσχουσι δὲ τὴν αἰτίην τοῦ νοσήματος κεφαλὴ καὶ ὑποχόνδρια, ἄλλοτε μὲν ἅμα ἄμφω ἀρξάμενα, ἄλλοτε δὲ ἀλλήλοισι ξυντιμωροῦντα: τὸ δὲ κῦρος ἐν τοῖσι σπλάγχνοισί ἐστι ἐπὶ μανίῃ καὶ μελαγχολίῃ, ὅκωσπερ ἐν τῇ κεφαλῇ καὶ τοῖσι αἰσθήσεσι τὰ πολλὰ τοῖσι φρενιτικοῖσι. οἵδε μὲν γὰρ παραισθάνονται, καὶ τὰ μὴ παρεόντα ὁρέουσι δῆθεν ὡς παρεόντα, καὶ τὰ μὴ φαινόμενα ἄλλῳ κατ᾽ ὄψιν ἰνδάλλεται: [p. 61] οἱ δὲ μαινόμενοι ὁρέουσι μόνως ὡς χρὴ ὁρῆν: οὐ γιγνώσκουσι δὲ περὶ αὐτέων ὡς χρὴ γιγνώσκειν.

ἢν οὖν μέγα τὸ κακὸν, εὐκίνητοι, ὀξέες τὴν αἴσθησιν, ὕποπτοι , ὀργίλοι, οὐκ ἐπ᾽ αἰτίῃ τινὶ, δύσθυμοι μὲν ἀλόγως, οἷσι ἐς σκυθρωπὸν μανίη τρέπεται : οἷσι δὲ ἐς θυμηδίην, εὔθυμοι : ἀλλ᾽ οἵδε παραλόγως ἄγρυπνοι, ἄμφω ἀλλοιώδεες τὰς ὄψιας, κεφαλαλγέες, πάντως γε βάρος τῆς κεφαλῆς ξύνεστι : εὐήκοοι δὲ, ἀλλὰ βράδιστοι τὴν γνώμην. ἐπ᾽ ἐνίοισι γὰρ ἔασι δὴ ἦχοιὤτων, καὶ βόμβοι, μέχρι δή γε σαλπίγγων τε καὶ αὐλῶν: ἢν ἐς αὔξησιν νοῦσος γίγνηται, φυσώδεες, ἀσώδεες, βοροὶ καὶ λάβροι ἐν τῇ ἐδωδῇ. ἀγρυπνέουσι γάρ: ἀγρυπνίη δὲ βορόν: ἀτὰρ οὐδὲ ἰσχνοὶ ὡς νοσέοντες: μελαγχολών των μᾶλλον εὐσαρκίη:4 καὶ ὕπωχροι. ἢν δέ τι τῶν σπλάγχνων ἐν φλεγμασίῃ γεγονὸς, τὴν ὄρεξιν τὴν θρέψιν ἀμβλύνει: ὀφθαλμοὶ κοῖλοι, οὐ σκαρδαμύττοντες: πρὸ τῶν ὀφθαλμῶν ἰνδάλματα κυάνεα, μέλανα, οἷσιν ἐς μελαγχολίην τροπή: ἐρυθρότερα δὲ οἷσιν ἐς μανίην, καὶ φοινίκεα φαντάσματα , πολλοῖσι μὲν ὡς ἀπαστράπτοντος πυρὸς, καὶ τάρβος αὐτέους ὡς ἀπὸ σκηπτοῦ λαμβάνει: μετεξετέροισι δὲ καὶ ἐνέρυθροι καὶ ὕφαιμοι ὀφθαλμοί.

ἐπὶ κορυφῆς δὲ τοῦ κακοῦ ὀνειρώττουσι: ἀφροδισίων δὲ ἄσχετος ἐπιθυμίη, ἀτὰρ οὐδὲ ἐς τὸ ἄμφαδον αἰδὼς ὄκνος ὁμιλίης : νουθεσίῃ δὲ καὶ ἐπιπλήξει ἐς ὀργὴν ἐκριπισθέντες ἐς τὸ πάμπαν ἐκμαίνονται. τοὐντεῦ θεν ἄλλος ἄλλῃ μαίνεται: οἱ μὲν θέουσι ἀσχέτως, οὔτε ὅπως εἰδότες ἐς ταὐτὰ παλινδρομέουσι: οἱ δὲ ἐς δηρὸν τοῖσι πέλας ἀφικνέονται: ἄλλοι δ᾽ αὖ βοῶσι ὀλοφυρόμενοι ἁρπαγὴν, βίην. οἱ δὲ φυγανθρωπεύουσι ἐς ἐρημίην, σφίσι αὐτέοισι ὁμιλέοντες.

εἰ δὲ ἐπ᾽ ἄνεσιν ἤκοιεν τοῦ κακοῦ, νωθροὶ, ἥσυχοι, ἐπίλυποι.

[p. 62] ἐς ἐπιστασίην γὰρ τῆς νούσου ἀφικνεόμενοι, ἄχθονται τῇ ξυμφορῇ.

Μανίης εἶδος ἕτερον.
τέμνονταί τινες τὰ μέλεα, θεοῖς ἰδίοις, ὡς ἀπαιτοῦσι, χαριζόμενοι εὐσεβεῖ φαντασίῃ: καὶ ἔστι τῆς ὑπολήψιος μανίη μοῦνον, τὰ δὲ ἄλλα σωφρονέουσι. ἐγείρονται δὲ αὐλῷ καὶ θυμηδίῃ, μέθῃ, τῶν παρεόντων προτροπῇ. ἔνθεος ἥδε μανίη: κἢν ἀπομανῶσι, εὔθυμοι, ἀκηδέες, ὡς τελεσθέντες τῷ θεῷ, ἄχροοι δὲ καὶ ἰσχνοὶ, καὶ ἐς μακρὸν ἀσθενέες πόνοις τῶν τρωμάτων.

1 i flatter myself that every person who is familiar with the metaphysics of the ancients, will admit that I have improved this sentence by changing ἥδε into ἠδέ. Ermerins, not recognising the difference between the γνώμη and the νοῦς, expunges τοῦ νοῦ from the text. On the distinction between these portions or powers of the mind, see Aristotle de Anima, iii. 10, etc.; Metaphysica, pluries.

2 the text in this sentence is not in a satisfactory state, either as it is, or as altered by Ermerins, who replaces ἢν with ἄν.

3 Though I have not meddled with the text, I am much inclined to think that the true reading would be ἀυτοδίδακτος. It occurs in aeschylus, Agamem. 964. By the way, the example referred to by the Oxford lexicographers, to prove that ἀδίδακτος is sometimes used synonymously with αὐτοδίδακτος (namely, Lucian, Hist. Conscr. 34), is not in point here. We cannot say that “astronomy” is untaught, in the same sense that we can say that “political sagacity” is so.

4 it must be admitted, that Ermerins has strong grounds for holding that ἀσαρκίη is the true reading.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: