previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ια᾽. περὶ Ὑστερικ ῶν.

τῇσι γυναιξὶ ὑστέρη ἀγαθὴ μὲν ἐς κάθαρσιν καὶ τόκον, ξυμφορὴ δὲ νούσων μυρίων τε καὶ κακῶν. οὐ γὰρ ἑλκέων φλεγμασίης Ρ῾οῦ μοῦνον, ἀλλὰ κἢν ἐξαπίνης ὅλη ἄνω κινέηται, ὠκέως κτείνει. γεγράφαται μὲν οὖν ἐν ἄλλοισι, ὁκοῖα τῶν ἀπ᾽ αὐτέης ἦν ὀλέθρια ὀξέα. τὰ δὲ χρόνια Ρ῾όος διπλόος, σκληρίη, ἕλκεα, τὰ μὲν ἀσινέα, τὰ δὲ κακοήθεα: πρόπτωσις ὅλης, μέρεος.

[p. 115] ῥόος μἒν οὖν, ἐρυθρὸς, λευκόχροος : ἰδέα δηλοῖ. ἐρυθρὸς μὲν, ἢν αἷμα ξανθὸν, καὶ αἱ τοῦδε ἰδέαι, πελιδνὸν μέλαν, καὶ λεπτὸν, παχὺ καὶ πεπηγὸς, οἷον θρόμβοι : λευκὸς ὡς ὕδωρ, ὠχρόξανθος ὡς χολή. παχὺς δὲ ὅκως ὑπόλεπτος,1 λεπτὸς ἰχὼρ καὶ κάκοδμος. λευκὸς δὲ ὡς πῦον, δὲ ἀτρεκὴς, ὡς λευκὸς ὄρρος: ἀτὰρ καὶ αἱμάλωψ κοτε τῷ πύῳ συνεκρέει. μυρίαι δὲ ἄλλαι παρὰ τὸ μᾶλλον τουτέων καὶ ἧττον ἰδέαι. περίοδος δὲ ἄλλοτε μὲν ἐπὶ μῆνα κάθαρσις, ἀλλ᾽ οὐκ ἐς τὴν ἀρχαίην ξυνίσταται προθεσμίην. οὐ πολλὸν μὲν τὸ αἷμα, ἐν ἡμέρῃσι δὲ πολλῇσι ἐκρέει: ὀλιγήμερος δὲ διάλειψις, ἀλλὰ καθαρή. ἄλλος περιόδου τρόπος, εἰς προθεσμί ην δὲ καὶ οὐκ ἐς πλῆθος περὶ πλεῖστον πρώτη κάθαρσις: δὶς δὲ καὶ τρὶς καθαίρονται ἀνὰ πάντα τὸν μῆνα: ἄλλη ἰδέη, ἄσχετος μὲν Ρ῾οὴ καὶ σμικρὴ ἐφ᾽ ἡμέρης ἑκάστης, ἀλλὰ εἰς τὸν ὅλον μῆνα οὐ πάγχυ βαιή. οὐδὲ γὰρ ὑστέρη μύει τὸ στόμα, ἀλλὰ οἴγνυται, πάρεσιν ἐς Ρ῾ύσιν ὑγρότητος πάσχουσα : εἰ δὲ μήτε διαλείπει μήτε σμικρὸν ἐκρέει, αἱμορραγίῃ θνήσκουσι. σημήϊα δὲ, πρὸς τῇσι χροιῇσι τοῦ Ρ῾όου χροιὴ τῆς ἀνθρώπου : ἄγρυπνοι, ἀπόσιτοι, ἀσσώδεες, ἔκλυτοι ἐπὶ τὸ ἐρυθρὸν μᾶλλον, καὶ ὀδυνώδεες, καὶ κάκοδμον ἐπ᾽ ἀμφοῖν τὸ Ρ῾εῦμα: ἀλλὰ μᾶλλον καὶ ἧσσον ἄλλοτε καὶ ἄλλοτε. μὲν γὰρ λευκὸς κακίων, ἢν μέζων που σηπεδὼν ἔῃ: ἄλλοτε δὲ ἐρυθρὸς, ἢν ἀγριαίνῃ διάβρωσις. ἀθρόον δὲ εἰρήσθω, μέλας μὲν ἁπάντων κακίων, πελιδνὸς δεύτερον, ὠχρὸς δὲ καὶ λευκὸς καὶ πυώδης, μακρότεροι μὲν, ἧσσον δὲ κινδυνώδεες. τούτων δὲ αὐτέων ὠχρὸς κακίων μὲν, πολλὸν δὲ κρέσσων τῷ συνήθεϊ μεμιγμένος . ξυνήθης δὲ ἐρυθρὸς μὲν καὶ τὰ τοῦδε εἴδεα: τὸ δὲ ἀληθὲς γεραιτέρῃσι κακίονες οἱ ἐρυθροί : ἥκιστα δὲ νεήνισι οἱ λευκοί.

[p. 116] ἀτὰρ καὶ ἀσινέστεροι ταύτῃσι οἱ ξυνήθεες: 2 ἄλλος Ρ῾όος λευκὸς, ἐπιμήνιος κάθαρσις λευκὴ, δριμεῖα, καὶ ὀδαξώδης ἐς ἡδονήν: ἐπὶ δὲ τοῖσι καὶ ὑγροῦ λευκοῦ, παχέος, γονοειδέος πρόκλησις. τόδε τὸ εἶδος γονόρροιαν γυναικείαν ἐλέξαμεν. ἔστι δὲ τῆς ὑστέρης ψύξις, οὕνεκεν ἀκρατὴς τῶν ὑγρῶν γίγνεται: ἀτὰρ καὶ τὸ αἷμα ἐς χροιὴν λευκὴν ἀμείβει . τοῦ γὰρ πυρὸς οὐκ ἴσχει τὸ φοινίσσον. τήνδε τὴν πάθην καὶ στόμαχος νοσέει καὶ ἐμέει φλέγμα: ἀτὰρ καὶ ἔντερα ὁμοίην ἴσχει, εὖτε τὴν διάρροιαν νοσέει.

γίγνεται ἕλκεα καὶ ἐν ὑστέρῃ, τὰ μὲν πλατέα, κνησμώδεα, ἅπερ ἅλια, ὅκως ἀναδορή τις ἐπιπολῆς, πῦον παχὺ, ἄνοσμον, ὀλίγον. εὐήθεα τάδε τὰ ἕλκεα: ἄλλα τουτέων βαθύτερα καὶ κακίονα, οἷς πόνοι σμικροὶ, πῦον ὀλίγῳ πλεῖον, μᾶλλον κάκοδμα, ἀλλ᾽ ἔμπης εὐήθεα καὶ τάδε. ἢν δὲ ἐπὶ μᾶλλον βαθέα γίγνηται, καὶ τὰ χείλεα τῶν ἕλκεων ἀπηνέα τρηχέα, ἰχώρ τις κακώδης, καὶ πόνος τῶν πρόσθεν μέζων, ἀνεσθίει δὲ τὴν ὑστέρην τὸ ἕλκος: ἐξήκει δέ κοτε καὶ ἀπολυθέντι σαρκίον : μὴ εἰς ὠτειλὴν ἰὸν μήκιστον κτάνει τόδε, χρόνιον γίγνεται κάρτα.3 τόδε καὶ φαγέδαινα κικλήσκεται. ὀλέθρια δὲ τὰ ἕλκεα, ἢν πρὸς τοῖσι ἄλγος ὀξύνῃ, καὶ ἄνθρωπος ἀπορῇ. σηπεδὼν δὲ ἀπὸ τοῦ ἕλκεος Ρ῾έει οὔτε αὐτέῃσι φορητὴ, ἀγριαίνει ψαύσεσί τε καὶ φαρμάκοισι , καὶ χαλεπαίνει πως καὶ ἰητρίῃ: φλέβες δὲ ἐν ὑστέρῃ ἐς ὄγκον αἴρονται ξὺν περιτάσεσι τῶν πέλας: ἔστι δὲ πεπνυμένοισι οὐκ ἄσημον τῇ ἁφῇ.4 οὐ γὰρ ἄλλως δῆλον: πῦρ δὲ καὶ ἄση τοῦ παντὸς [p. 117] καὶ σκληρίη ξύνεστιν, ᾗπερ τοῖσι θηριώδεσι, θανατώδεα ὄντα ἕλκεα,5 ἀτὰρ καὶ ἐπίκλησιν ἴσχει καρκίνων. ἄλλος καρκίνος: ἕλκος μὲν οὐδαμῆ, ὄγκος δὲ σκληρὸς, ἀτέραμνος : ξυντιταίνει δὲ τὴν ὑστέρην ὅλην, ἀτὰρ καὶ ἄλγεα κατὰ τὰ ἄλλα ὅσα ἐφέλκει : ταῦτα δὲ ἄμφω τὰ καρκινώ δεα καὶ χρόνια καὶ ὀλέθρια : πολλὸν δὲ τὸ ἕλκος τοῦ ἀνελκώτου κάκιον καὶ ὀσμῇ, καὶ πόνοισι, καὶ ζωῇ, καὶ θανάτῳ.

ἐξίσταταί κοτε τῆς ἕδρης ὑστέρη ὅλη, καὶ ἐπὶ τοῖσι μηροῖσι τῆς γυναικὸς ἱζάνει: ἄπιστος ξυμφορὴ, ἀλλ᾽ οὐκ ἀθέητος ὑστέρη, οὐδὲ ἀγέννητος αἰτίη. ξυνδίδουσι γὰρ οἱ ὑμένες, οἱ πρὸς τοὺς λαγόνας, ὀχῆες τῆς ὑστέρης ἐόντες νευρώδεες: οἱ μὲν κατὰ πυθμένα πρὸς τὴν ὀσφὺν λεπτοί: οἱ δὲ κατ᾽ αὐχένα ἔνθα καὶ ἔνθα πρὸς τοὺς λαγόνας : οἱ δὲ μάλιστα νευρώδεες, πλατέες ὅκως νεὼς λαίφεα. πάντες οὖν ξυνδίδουσι οἵδε, ἢν ἔξω ὑστέρη ἀΐσσῃ. κτείνει μὲν οὖν τὰ πολλὰ ἔκπτωσις ἥδε. γίγνεται γὰρ ἐπὶ ἀμβλωσμ , καὶ σεισμοῖσι μεγάλοισι, καὶ βιαίῳ τόκῳ: ἢν δὲ μὴ κτάνῃ, ἐς μακρὸν αἵδε ζώουσιν, ὁρέουσαι τὰ μὴ θεητὰ καὶ τιθηνοῦσαι ἔξω καὶ βαυκαλῶσαι τὴν ὑστέρην. 6 δοκέει δέ κοτε τῆς διπλόης τῆς ὑστέρης ἔνδον ὑπεζωκὼς χιτὼν, ἀποσπᾶσθαι τοῦ ξυναφέος. δοιαὶ γὰρ αἱ σχίδες μὲν αἱ ἐπηλλαγμέναι χιτῶνος:7 ὅδε οὖν ἀφίσταται μὲν καὶ Ρ῾εύματι, καὶ ἐντρωσμῷ καὶ βιαίῳ τόκῳ, εὖτε ἐπὶ τῷ χορίῳ προσπέφυκεν αὐτέη. ἢν γὰρ τόδε ἕλκηταιβίῃ, συνεκπεράσας τῆς ὑστέρης χιτὼν ... ἀλλὰ ἢν μὴ ἐκθάνῃ γυνὴ, παλίνορσος τὸ αὐτὸ συνήφθη κοτὲ στάθμῃ, σμικρὸν ἔξω φαίνεται: σκέπει γὰρ τοῖσι μηρίοισι γυνή. προσπίπτει κοτὲ τὸ στόμιον τῆς ὑστέρης μοῦνον μέσφι τοῦ αὐχένος, ἀλλ᾽ αὖθις εἴσω [p. 118] δύεται, ἢν ὀσφραίνηται ὑστέρη θυμιήσι κακώδεϊ. ἕλκει δὲ αὐτέην καὶ γυνὴ, ἢν ὀσφραίνηται θυμιητῶν εὐωδέων. ἀτὰρ καὶ χερσὶ μαίης ἀτρέμα εἴσω θέει, ἡσυχῆ πιεζευμένη καὶ χριομένη πρόσθεν τοῖσι ὑστέρης μειλίγμασι.8

1 ermerins reads, on his own conjectural judgment, ὑπάλειπτον, which signifies a sort of Ocular Collyrium.

2 Ermerins certainly does appear to improve the clause, ἀτὰρ ... ξυνήθεες, by transferring them to this place. Formerly the words followed εἴδεα

3 ermerins suppresses this clause. I have merely ventured to add before χρόνιον, and altered the punctuation.

4 Ermerins, contrary to all authority, reads πεπνευμένῃσι, on the ground that, in ancient times, midwives alone were entrusted with the treatment of diseases of the female genital organs. This, however, was evidently not the case, as must be obvious to any one who has carefully read the Hippocratic treatise on this subject, and the other works contained in the Gynoecia.

5 this clause, which had puzzled all the former editors, is expunged from the text altogether by Ermerins.

6 I have followed Petit and Ermerins in reading βαυκαλῶσαι instead of καυκαλῶσαι. Ermerins further suppresses καὶ τιθηνοῦσαι.

7 The text here is under great obligations to Ermerins.

8 i am not aware that this word occurs elsewhere in any medical author, as applied here. I am persuaded, then, that the proper reading is μαλάγμασι. On the malagmata or emollient plasters of the ancients, see P aulus aegineta, Syd. Soc. Edit. b. iii. pp. 576 — 581. They were much used in uterine diseases. See Ibid ... iii ... 68, etc.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Francis Adams LL.D., 1972)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: