previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Εὐθὺς δὲ Καβάδης, καίπερ ἐν σπουδῇ ἔχων ἐσβολήν τινα ἐς τῶν Ῥωμαίων ποιεῖσθαι τὴν γῆν, οὐδαμῆ ἴσχυσεν, ἐπεὶ αὐτῷ ἐναντίωμα τοιόνδε [p. 96] ξυνηνέχθη γενέσθαι. [2] Ἴβηρες οἳ ἐν τῇ Ἀσίᾳ οἰκοῦσι πρὸς αὐταῖς που ταῖς Κασπίαις ἵδρυνται πύλαις, αἵπερ αὐτοῖς εἰσι πρὸς βορρᾶν ἄνεμον. καὶ αὐτῶν ἐν ἀριστερᾷ μὲν ἐχομένη πρὸς τὰς ἡλίου δυσμὰς Λαζική ἐστιν, ἐν δεξιᾷ δὲ πρὸς ἀνίσχοντα ἥλιον τὰ Περσῶν ἔθνη. [3] οὗτος λεὼς Χριστιανοί τέ εἰσι καὶ τὰ νόμιμα τῆς δόξης φυλάσσουσι ταύτης πάντων μάλιστα ἀνθρώπων ὧν ἡμεῖς ἴσμεν, κατήκοοι μέντοι ἐκ παλαιοῦ τοῦ Περσῶν βασιλέως τυγχάνουσιν ὄντες. [4] τότε δὲ αὐτοὺς ἤθελε Καβάδης ἐς τὰ νόμιμα τῆς αὑτοῦ δόξης βιάζεσθαι. καὶ αὐτῶν τῷ βασιλεῖ Γουργένῃ ἐπέστελλε τά τε ἄλλα ποιεῖν Πέρσαι νομίζουσι καὶ τοὺς νεκροὺς τῇ γῇ ὡς ἥκιστα κρύπτειν, ἀλλ̓ ὄρνισί τε ῥιπτεῖν καὶ κυσὶν ἅπαντας. [5] διὸ δὴ Γουργένης προσχωρεῖν Ἰουστίνῳ βασιλεῖ ἤθελε τά τε πιστὰ ἠξίου λαβεῖν ὡς οὔποτε Ἴβηρας καταπροήσονται Πέρσαις Ῥωμαῖοι. [6] δὲ ταῦτά τε αὐτῷ ξὺν προθυμίᾳ πολλῇ ἐδίδου καὶ Πρόβον τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, ἄνδρα πατρίκιον, ξὺν χρήμασι πολλοῖς ἐς Βόσπορον ἔπεμψεν, ἐφ̓ στράτευμα Οὔννων χρήμασιν ἀναπείσας Ἴβηρσι πέμψῃ ἐς ξυμμαχίαν. [7] ἔστι δὲ πόλις ἐπιθαλασσία Βόσπορος, ἐν ἀριστερᾷ μὲν ἐσπλέοντι τὸν Εὔξεινον καλούμενον πόντον, Χερσῶνος δὲ πόλεως, γῆς τῆς Ῥωμαίων ἐσχάτη ἐστίν, ὁδῷ διέχουσα ἡμερῶν εἴκοσιν. ὦν δὴ τὰ ἐν μέσῳ ἅπαντα Οὖννοι ἔχουσιν. [8] οἱ δὲ Βοσπορῖται αὐτόνομοι μὲν τὸ παλαιὸν ᾤκουν, Ἰουστίνῳ δὲ βασιλεῖ ἔναγχος προσχωρεῖν ἔγνωσαν. [9] ἐπεὶ [p. 98] δὲ Πρόβος ἐνθένδε ἄπρακτος ἀνεχώρησε, Πέτρον στρατηγὸν σὺν Οὔννοις τισὶν ἐς Λαζικὴν βασιλεὺς ἔπεμψε Γουργένῃ ὅση δύναμις ξυμμαχήσοντα. [10] ἐν τούτῳ δὲ Καβάδης στράτευμα λόγου πολλοῦ ἄξιον ἐπί τε Γουργένην καὶ Ἴβηρας ἔπεμψε καὶ στρατηγὸν ἄνδρα Πέρσην, οὐαρίζην μὲν τὸ ἀξίωμα, Βόην δὲ ὄνομα. [11] τε Γουργένης ἐλάσσων ὀφθεὶς φέρειν τὴν Περσῶν ἔφοδον, ἐπεί οἱ τὰ ἐκ Ῥωμαίων οὐχ ἱκανὰ ἦν, ξὺν Ἰβήρων τοῖς λογίμοις ἅπασιν ἐς Λαζικὴν ἔφυγε, τήν τε γυναῖκα καὶ τοὺς παῖδας ξὺν τοῖς ἀδελφοῖς ἐπαγόμενος, ὧν δὴ Περάνιος πρεσβύτατος ἦν. [12] ἐν δὲ τοῖς Λαζικῆς ὁρίοις γενόμενοι ἔμενον, ταῖς τε δυσχωρίαις φραξάμενοι τοὺς πολεμίους ὑφίσταντο. [13] Πέρσαι δὲ αὐτοῖς ἐπισπόμενοι οὐδὲν τι καὶ λόγου ἄξιον ἔπρασσον, τοῦ πράγματος σφίσι διὰ τὰς δυσχωρίας ἀντιστατοῦντος. [14] Ἔπειτα δὲ οἵ τε Ἴβηρες ἐς Βυζάντιον παρεγένοντο καὶ Πέτρος ἐς βασιλέα μετάπεμπτος ἦλθε, καὶ τὸ λοιπὸν βασιλεὺς Λαζοῖς οὐ βουλομένοις ξυμφυλάσσειν τὴν χώραν ἠξίου, στράτευμά τε καὶ Εἰρηναῖον ἄρχοντα πέμψας. [15] ἔστι δὲ φρούρια ἐν Λαζοῖς δύο εὐθὺς εἰσιόντι ἐκ τῶν Ἰβηρίας ὁρίων, ὧν φυλακὴ τοῖς ἐπιχωρίοις ἐκ παλαιοῦ ἐπιμελὴς ἦν, καίπερ ταλαιπωρίᾳ πολλῇ ἐχομένοις, ἐπεὶ οὔτε σῖτος ἐνταῦθα οὔτε οἶνος οὔτε ἄλλο τι ἀγαθὸν γίνεται. [16] οὐ μὴν οὐδέ τι ἑτέρωθεν ἐσκομίζεσθαι διὰ τὴν στενοχωρίαν οἷόν τέ ἐστιν, [17] ὅτι μὴ φερόντων ἀνθρώπων. ἐλύμοις μέντοι τισὶν [p. 100] ἐνταῦθα γιγνομένοις εἰθισμένον σφίσιν οἱ Λαζοὶ ἀποζῆν ἴσχυον. [18] τούτους ἐξαναστήσας ἐνθένδε βασιλεὺς τοὺς φρουρούς, στρατιώτας Ῥωμαίους ἐκέλευεν ἐπὶ τῇ φυλακῇ τῶν φρουρίων καθίστασθαι. [19] οἷς δὴ κατ̓ ἀρχὰς μὲν ἐπιτήδεια μόλις Λαζοὶ ἔφερον, ὕστερον δὲ αὐτοί τε πρὸς τὴν ὑπουργίαν ἀπεῖπον καὶ Ῥωμαῖοι τὰ φρούρια ταῦτα ἐξέλιπον, οἵ τε Πέρσαι πόνῳ αὐτὰ οὐδενὶ ἔσχον. ταῦτα μὲν ἐν Λαζοῖς γέγονε. [20] Ῥωμαῖοι δέ, Σίττα τε καὶ Βελισαρίου ἡγουμένων σφίσιν, ἐς Περσαρμενίαν τὴν Περσῶν κατήκοον ἐσβαλόντες χώραν τε πολλὴν ἐληίσαντο καὶ Ἀρμενίων πάμπολυ πλῆθος ἀνδραποδίσαντες ἀπεχώρησαν. [21] τούτω δὲ τὼ ἄνδρε νεανία μὲν καὶ πρῶτον ὑπηνήτα ἤστην, Ἰουστινιανοῦ δὲ στρατηγοῦ δορυφόρω, ὃς δὴ χρόνῳ ὕστερον ξὺν Ἰουστίνῳ τῷ θείῳ τὴν βασιλείαν ἔσχεν. ἑτέρας δὲ ἐσβολῆς Ῥωμαίοις ἐς Ἀρμενίαν γεγενημένης Ναρσῆς τε καὶ Ἀράτιος παρὰ δόξαν ὑπαντιάσαντες ἐς χεῖρας ἦλθον. [22] οἳ οὐ πολλῷ ὕστερον ἐς Ῥωμαίους τε αὐτόμολοι ἵκοντο καὶ ξὺν Βελισαρίῳ ἐς Ἰταλίαν ἐστράτευσαν, τότε μέντοι τοῖς ἀμφὶ Σίτταν τε καὶ Βελισάριον ξυμβαλόντες τὸ πλέον ἔσχον. [23] εἰσέβαλε δὲ καὶ ἀμφὶ πόλιν Νίσιβιν ἄλλη Ῥωμαίων στρατιά, ἧς Λιβελάριος ἐκ Θρᾴκης ἦρχεν. οἳ φεύγοντες εὐθυωρὸν τὴν ἀναχώρησιν ἐποιήσαντο, καίπερ οὐδενὸς σφίσιν ἐπεξιόντος. [24] διὸ δὴ Λιβελάριον μὲν παρέλυσε τῆς ἀρχῆς βασιλεύς, Βελισάριον δὲ ἄρχοντα καταλόγων τῶν ἐν Δάρας κατεστήσατο. τότε δὴ αὐτῷ ξύμβουλος ᾑρέθη Προκόπιος ὃς τάδε ξυνέγραψε. [p. 102]

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: