previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡνίκα τὸν βίον Ἀρκάδιος Ῥωμαίων βασιλεὺς ἐν Βυζαντίῳ τελευτᾶν ἤμελλεν ῾ἦν γάρ οἱ παῖς Θεοδόσιος οὔπω τοῦ τιτθοῦ ἀπαλλαγείς᾿, διηπορεῖτο ἀμφί τε τῷ παιδὶ καὶ τῇ βασιλείᾳ, εὖ θέσθαι ἄμφω ὡς ἥκιστα ἔχων. [2] ἐγίνετο γάρ τις αὐτῷ ἔννοια, ὡς, ἢν μὲν κοινωνόν τινα Θεοδοσίῳ τῆς ἡγεμονίας πορίζηται, αὐτὸς ἂν τὸν παῖδα τὸν αὑτοῦ διαχρησάμενος τῷ ἔργῳ εἴη, πολέμιον αὐτῷ δύναμιν τὴν βασίλειον περιβεβλημένον ἐπαγαγών, [3] ἢν δὲ μόνον αὐτὸν ἐπὶ τῆς ἀρχῆς καταστήσηται, πολλοὶ μὲν τῆς βασιλείας ἐπιβατεύσουσι, τῆς τοῦ παιδὸς ἐρημίας, ὡς τὸ εἰκός, ἀπολαύοντες, ἐπαναστάντες δὲ πόνῳ οὐδενὶ τυραννήσουσι, τὸν Θεοδόσιον διαφθείραντες, ἐπεὶ οὐδένα ἐν Βυζαντίῳ ξυγγενῆ εἶχεν ὅστις ἂν αὐτῷ ἐπίτροπος εἴη. [4] Ὁνώριον γάρ οἱ τὸν θεῖον ἐπαρκέσειν οὐδαμῆ ἤλπισε, πονηρῶν ἤδη τῶν Ἰταλίας πραγμάτων ὄντων. [5] οὐδὲν δὲ ἧσσον καὶ τὰ ἐκ Μήδων αὐτὸν ξυνετάρασσε, [p. 10] δεδιότα μὴ οἱ βάρβαροι οὗτοι τῆς τοῦ αὐτοκράτορος καταθέοντες ἡλικίας ἀνήκεστα ἔργα Ῥωμαίους δράσωσιν. [6] ἐς ταύτην Ἀρκάδιος τὴν ἀμηχανίαν ἐμπεπτωκώς, καίπερ οὐ γεγονὼς εἰς τὰ ἄλλα ἀγχίνους, βουλεύεται βουλὴν ἥτις οἱ τόν τε παῖδα καὶ τὴν ἀρχὴν διασώσασθαι εὐπετῶς ἴσχυσεν, εἴτε κοινολογησάμενος τῶν λογίων τισίν, οἷοι πολλοὶ βασιλεῖ παρεδρεύειν εἰώθασιν, θείας τινὸς ἐπιπνοίας αὐτῷ γενομένης. [7] διαθήκης γὰρ διαθεὶς γράμματα, διάδοχον μὲν τῆς ἡγεμονίας ἀνεῖπε τὸν παῖδα, ἐπίτροπον δὲ αὐτῷ κατεστήσατο Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα, δὴ πολλὰ ἐν ταῖς διαθήκαις ἐπέσκηψε Θεοδοσίῳ τὴν βασιλείαν σθένει τε καὶ προνοίᾳ πάσῃ ξυνδιασώσασθαι. [8] Ἀρκάδιος μὲν ὧδε τήν τε ἀρχὴν καὶ τὰ οἰκεῖα διοικησάμενος ἐτελεύτησεν: Ἰσδιγέρδης δὲ Περσῶν βασιλεύς, ἐπεὶ τὸ γράμμα τοῦτο ἀπενεχθὲν εἶδεν, ὢν καὶ πρότερον ἐπὶ τρόπου μεγαλοφροσύνῃ διαβόητος ἐς τὰ μάλιστα, ἀρετὴν ἐπεδείξατο θαύματός τε πολλοῦ καὶ λόγου ἀξίαν. [9] τὰς γὰρ Ἀρκαδίου ἐντολὰς ἐν ἀλογίᾳ οὐδεμιᾷ ποιησάμενος εἰρήνῃ τε ἀφθόνῳ χρώμενος διαγέγονεν ἐς Ῥωμαίους τὸν πάντα χρόνον καὶ Θεοδοσίῳ τὴν ἀρχὴν διεσώσατο. [10] αὐτίκα γοῦν πρὸς Ῥωμαίων τὴν βουλὴν γράμματα ἔγραψεν, ἐπίτροπός τε οὐκ ἀπαρνούμενος Θεοδοσίου βασιλέως εἶναι καὶ πόλεμον ἐπανατεινόμενος, ἤν τις αὐτῷ ἐς ἐπιβουλὴν ἐγχειροίη καθίστασθαι. [11] Ἐπεὶ δὲ Θεοδόσιος μὲν ἀνήρ τε ἐγεγόνει καὶ ἡλικίας πόρρω ἀφῖκτο, Ἰσδιγέρδης δὲ νοσήσας ἐξ ἀνθρώπων ἠφάνιστο, ἐπῆλθε μὲν ἐς Ῥωμαίων τὴν γῆν Οὐαραράνης Περσῶν βασιλεὺς στρατῷ [p. 12] μεγάλῳ, ἔδρασε δὲ οὐδὲν ἄχαρι, ἀλλ̓ ἄπρακτος ἐπανῆλθεν εἰς τὰ οἰκεῖα τρόπῳ τοιῷδε. [12] Ἀνατόλιον τὸν τῆς ἕω στρατηγὸν Θεοδόσιος βασιλεὺς πρεσβευτὴν ἐς Πέρσας μόνον αὐτὸν ἐτύγχανε πέμψας: ὃς ἐπειδὴ ἄγχιστα ἐγεγόνει τοῦ Μήδων στρατοῦ, ἀποθρώσκει μὲν τοῦ ἵππου μόνος, πεζῇ δὲ βαδίζων ἐπὶ Οὐαραράνην ᾔει. [13] καὶ αὐτὸν Οὐαραράνης ἰδὼν τῶν παρόντων ἀνεπυνθάνετο ὅστις ποτὲ προσιὼν εἴη. οἱ δὲ τῶν Ῥωμαίων εἶναι στρατηγὸν ἔφασαν. [14] καταπλαγεὶς οὖν τῷ ὑπερβάλλοντι τῆς τιμῆς βασιλεὺς αὐτὸς στρέψας τὸν ἵππον ὀπίσω ἀπήλαυνε, καί οἱ ἅπας τῶν Περσῶν λεὼς εἵπετο. [15] γενόμενος δὲ ἐν γῇ τῇ οἰκείᾳ τόν τε πρεσβευτὴν ξὺν φιλοφροσύνῃ πολλῇ εἶδε, καὶ τὴν εἰρήνην ξυνεχώρησεν οὕτως ὥσπερ Ἀνατόλιος αὐτοῦ ἔχρῃζεν, ἐφ̓ μέντοι μηδέτεροι ἐν χωρίῳ οἰκείῳ ἐν γειτόνων τοῖς τῶν ἑτέρων ὁρίοις ὄντι ὀχύρωμα νεώτερόν τι ἐργάζονται. οὗ δὴ αὐτοῖς ἐξειργασμένου ἑκάτεροι τὰ οἰκεῖα ὅπη ἐβούλοντο ἔπρασσον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: