previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους ἐν Βυζαντίῳ στάσις τῷ δήμῳ ἐκ τοῦ ἀπροσδοκήτου ἐνέπεσεν, μεγίστη τε παρὰ δόξαν ἐγένετο καὶ ἐς κακὸν μέγα τῷ τε δήμῳ καὶ τῇ βουλῇ ἐτελεύτησε τρόπῳ τοιῷδε. [2] οἱ δῆμοι ἐν πόλει ἑκάστῃ ἔς τε Βενέτους ἐκ παλαιοῦ καὶ Πρασίνους διῄρηντο, οὐ πολὺς δὲ χρόνος ἐξ οὗ τούτων τε τῶν ὀνομάτων καὶ τῶν βάθρων ἕνεκα οἷς δὴ θεώμενοι ἐφεστήκασι, τά τε χρήματα δαπανῶσι καὶ τὰ σώματα αἰκισμοῖς πικροτάτοις προΐενται καὶ θνήσκειν οὐκ ἀπαξιοῦσι θανάτῳ αἰσχίστῳ: [3] μάχονται δὲ πρὸς τοὺς ἀντικαθισταμένους, οὔτε εἰδότες ὅτου αὐτοῖς ἕνεκα κίνδυνός ἐστιν, ἐξεπιστάμενοί τε ὡς, ἢν καὶ περιέσωνται τῶν δυσμενῶν τῇ μάχῃ, λελείψεται αὐτοῖς ἀπαχθῆναι μὲν αὐτίκα ἐς τὸ δεσμωτήριον, αἰκιζομένοις δὲ τὰ ἔσχατα εἶτα ἀπολωλέναι. [4] φύεται μὲν οὖν αὐτοῖς τὸ ἐς τοὺς πέλας ἔχθος αἰτίαν οὐκ ἔχον, μένει δὲ ἀτελεύτητον ἐς τὸν πάντα αἰῶνα, οὔτε κήδει οὔτε ξυγγενείᾳ οὔτε [p. 220] φιλίας θεσμῷ εἶκον, ἢν καὶ ἀδελφοὶ ἄλλο τι τοιοῦτον οἱ ἐς τὰ χρώματα ταῦτα διάφοροι εἶεν. [5] μέλει τε αὐτοῖς οὔτε θείων οὔτε ἀνθρωπείων πραγμάτων παρὰ τὸ ἐν τούτοις νικᾶν, ἤν τέ τι ἀσέβημα ἐς τὸν θεὸν ὑφ̓ ὁτουοῦν ἁμαρτάνηται ἤν τε οἱ νόμοι καὶ πολιτεία πρὸς τῶν οἰκείων τῶν πολεμίων βιάζωνται, ἐπεὶ καὶ τῶν ἐπιτηδείων σπανίζοντες ἴσως κἀν τοῖς ἀναγκαιοτάτοις ἀδικουμένης αὐτοῖς τῆς πατρίδος, οὐ προσποιοῦνται, ἤν γε αὐτοῖς κεῖσθαι τὸ μέρος ἐν καλῷ μέλλῃ: οὕτω γὰρ τοὺς συστασιώτας καλοῦσι. [6] μεταλαγχάνουσι δὲ τοῦ ἄγους τούτου καὶ γυναῖκες αὐτοῖς, οὐ τοῖς ἀνδράσιν ἑπόμεναι μόνον, ἀλλὰ καὶ τούτοις, ἂν οὕτω τύχοι, ἀντιστατοῦσαι, καίπερ οὔτε εἰς τὰ θέατρα τὸ παράπαν ἰοῦσαι οὔτε τῳ ἄλλῳ αἰτίῳ ἠγμέναι: ὥστε οὐκ ἔχω ἄλλο τι ἔγωγε τοῦτο εἰπεῖν ψυχῆς νόσημα. ταῦτα μὲν οὖν ταῖς τε πόλεσι καὶ δήμῳ ἑκάστῳ ὧδέ πη ἔχει. [7] Τότε δὲ ἀρχή, τῷ δήμῳ ἐφειστήκει ἐν Βυζαντίῳ, τῶν στασιωτῶν τινας τὴν ἐπὶ θανάτῳ ἀπῆγε. ξυμφρονήσαντες δὲ καὶ σπεισάμενοι πρὸς ἀλλήλους ἑκάτεροι τούς τε ἀγομένους ἁρπάζουσι καὶ ἐς τὸ δεσμωτήριον αὐτίκα ἐσβάντες ἀφιᾶσιν ἅπαντας ὅσοι στάσεως ἑτέρου του ἁλόντες ἀτοπήματος ἐδέδεντο. [8] καὶ οἱ μὲν ὑπηρέται, ὅσοι τῇ τῆς πόλεως ἀρχῇ ἕπονται, ἐκτείνοντο οὐδενὶ λόγῳ, τῶν δὲ πολιτῶν εἴ τι καθαρὸν ἦν ἐς τὴν [p. 222] ἀντιπέρας ἤπειρον ἔφευγον, καὶ τῇ πόλει πῦρ ἐπεφέρετο, ὡς δὴ ὑπὸ πολεμίοις γεγενημένῃ. [9] καὶ τὸ ἱερὸν Σοφία τό τε βαλανεῖον Ζεύξιππος καὶ τῆς βασιλέως αὐλῆς τὰ ἐκ τῶν προπυλαίων ἄχρι ἐς τὸν Ἄρεως λεγόμενον οἶκον καυθέντα ἐφθάρη, ἐπὶ τούτοις τε ἄμφω αἱ μεγάλαι στοαὶ μέχρι τῆς ἀγορᾶς ἀνήκουσαι Κωνσταντίνου ἐπώνυμός ἐστιν, εὐδαιμόνων τε ἀνθρώπων οἰκίαι πολλαὶ καὶ χρήματα μεγάλα. [10] βασιλεὺς δὲ καὶ συνοικοῦσα καὶ τῶν ἀπὸ βουλῆς ἔνιοι καθείρξαντες σφᾶς αὐτοὺς ἐν παλατίῳ ἡσύχαζον. ξύμβολον δὲ ἀλλήλοις ἐδίδοσαν οἱ δῆμοι τὸ νίκα, καὶ ἀπ̓ αὐτοῦ ἐς τόδε τοῦ χρόνου κατάστασις ἐκείνη προσαγορεύεται. [11] Τότε τῆς μὲν αὐλῆς ἔπαρχος Ἰωάννης ἦν Καππαδόκης, Τριβουνιανὸς δέ, Πάμφυλος γένος, βασιλεῖ πάρεδρος: κοιαίστωρα τοῦτον καλοῦσι Ῥωμαῖοι. [12] τούτοιν ἅτερος, Ἰωάννης, λόγων μὲν τῶν ἐλευθερίων καὶ παιδείας ἀνήκοος ἦν. οὐ γὰρ ἄλλο οὐδὲν ἐς γραμματιστοῦ φοιτῶν ἔμαθεν, ὅτι μὴ γράμματα, καὶ ταῦτα κακὰ κακῶς γράψαι: φύσεως δὲ ἰσχύϊ πάντων γέγονε δυνατώτατος ὧν ἡμεῖς ἴσμεν. [13] γνῶναί τε γὰρ τὰ δέοντα ἱκανώτατος ἦν καὶ λύσιν τοῖς ἀπόροις εὑρεῖν. πονηρότατος δὲ γεγονὼς ἀνθρώπων ἁπάντων τῇ τῆς φύσεως δυνάμει ἐς τοῦτο ἐχρῆτο, καὶ οὔτε θεοῦ λόγος οὔτε ἀνθρώπων αὐτὸν αἰδώς τις ἐσῄει, ἀλλὰ βίους τε αὐτῷ ἀνθρώπων πολλῶν ἀπολλύναι κέρδους ἕνεκα καὶ πόλεις ὅλας καθελεῖν ἐπιμελὲς [p. 224] ἦν. [14] χρόνου γοῦν ὀλίγου χρήματα μεγάλα περιβαλόμενος, ἐς κραιπάλην τινὰ ἐκλελάκτικεν ὅρον οὐκ ἔχουσαν, ἄχρι μὲν ἐς τὸν τοῦ ἀρίστου καιρὸν ληιζόμενος τὰς τῶν ὑπηκόων οὐσίας, μέθῃ δὲ τὸ λοιπὸν καὶ σώματος ἔργοις ἀσελγέσιν ἠσχολημένος: [15] κατέχειν δὲ ἑαυτὸν οὐδαμῆ ἴσχυεν, ἀλλὰ τά τε βρώματα μέχρι ἐς τὸν ἔμετον ἤσθιε καὶ τὰ χρήματα κλέπτειν μὲν ἦν ἐς ἀεὶ ἕτοιμος, προΐεσθαι δὲ καὶ δαπανᾶν ἑτοιμότερος. Ἰωάννης μὲν οὖν τοιοῦτός τις ἦν. [16] Τριβουνιανὸς δὲ φύσεως μὲν δυνάμει ἐχρῆτο καὶ παιδείας ἐς ἄκρον ἀφίκετο τῶν κατ̓ αὐτὸν οὐδενὸς ἧσσον, ἐς δὲ φιλοχρηματίαν δαιμονίως ἐσπουδακὼς οἷός τε ἦν κέρδους ἀεὶ τὸ δίκαιον ἀποδίδοσθαι, τῶν τε νόμων ἡμέρᾳ ἐκ τοῦ ἐπὶ πλεῖστον ἑκάστῃ τοὺς μὲν ἀνῄρει, τοὺς δὲ ἔγραφεν, ἀπεμπολῶν τοῖς δεομένοις κατὰ τὴν χρείαν ἑκάτερον. [17] Ἕως μὲν οὖν δῆμος ὑπὲρ τῶν ἐν τοῖς χρώμασιν ὀνομάτων τὸν πόλεμον πρὸς ἀλλήλους διέφερον, λόγος οὐδεὶς ἦν ὧν οὗτοι ἐς τὴν πολιτείαν ἡμάρτανον: ἐπεὶ δὲ ξυμφρονήσαντες, ὥσπερ ἐρρήθη, ἐς τὴν στάσιν κατέστησαν, ἔκ τε τοῦ ἐμφανοῦς ἀνὰ πᾶσαν τὴν πόλιν ἐς αὐτοὺς ὕβριζον καὶ περιιόντες ἐζήτουν ἐφ̓ κτείνωσι. διὸ δὴ βασιλεὺς ἑταιρίζεσθαι τὸν δῆμον ἐθέλων ἄμφω τῆς ἀρχῆς ἐν τῷ παραυτίκα παρέλυσε. [18] καὶ Φωκᾶν μέν, ἄνδρα πατρίκιον, ἔπαρχον τῆς αὐλῆς κατεστήσατο, ξυνετώτατόν τε καὶ τοῦ δικαίου ἐπιμελεῖσθαι ἱκανῶς πεφυκότα: Βασιλείδην δὲ τὴν τοῦ κοιαίστωρος ἀρχὴν ἔχειν ἐκέλευεν, ἔκ τε ἐπιεικείας γνώριμον ἐν πατρικίοις ὄντα καὶ ἄλλως [p. 226] δόκιμον. [19] οὐδὲν μέντοι ἧσσον στάσις ἐπ̓ αὐτοῖς ἤκμαζε. πέμπτῃ δὲ ἀπὸ τῆς στάσεως ἡμέρᾳ περὶ δείλην ὀψίαν Ἰουστινιανὸς βασιλεὺς Ὑπατίῳ τε καὶ Πομπηίῳ τοῖς Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῖς οἴκαδε ὡς τάχιστα ἐπέσκηπτεν ἰέναι, εἴτε τι νεώτερον πράσσεσθαι πρὸς αὐτῶν ἐς σῶμα τὸ οἰκεῖον ὑποτοπήσας εἴτε καὶ αὐτοὺς πεπρωμένη ἐς τοῦτο ἦγεν. [20] οἱ δέ, ὅπερ ἐγένετο, δείσαντες μὴ σφᾶς δῆμος ἐς τὴν βασιλείαν βιάζοιτο, ἔφασαν οὐ δίκαια ποιήσειν εἰ σφῶν τὸν βασιλέα παρήσουσιν ἐς τοσόνδε κίνδυνον ἥκοντα. [21] ταῦτα ἀκούσας Ἰουστινιανὸς βασιλεὺς ἔτι μᾶλλον ἐς τὴν ὑποψίαν ἐνέπιπτε, καὶ αὐτοὺς αὐτίκα μάλα ἐκέλευεν ἀπαλλάσσεσθαι. οὕτω γοῦν οἴκαδε τὼ ἄνδρε τούτω ἐκομιζέσθην καί, τέως μὲν νὺξ ἐτύγχανεν οὖσα, ἐνταῦθα ἡσυχαζέτην. [22] Τῇ δὲ ὑστεραίᾳ ἅμα ἡλίῳ ἀνίσχοντι ἔκπυστα ἐς τὸν δῆμον ἐγένετο ὡς ἀμφοτέρω ἀπηλλαγήτην τῆς ἐν παλατίῳ διατριβῆς. ἔτρεχον οὖν ἐπ̓ αὐτοὺς λεὼς ἅπας, βασιλέα τε Ὑπάτιον ἀνηγόρευον, καὶ αὐτὸν ὡς παραληψόμενον τὰ πράγματα ἐς τὴν ἀγορὰν ἦγον. [23] δὲ Ὑπατίου γυνὴ Μαρία, ξυνετή τε οὖσα καὶ δόξαν ἐπὶ σωφροσύνῃ μεγίστην ἔχουσα, εἴχετο μὲν τοῦ ἀνδρὸς καὶ οὐ μεθίει, ἐβόα δὲ ὀλολυγῇ τε χρωμένη καὶ τοῖς ἐπιτηδείοις ἅπασιν ἐγκελευομένη, ὡς αὐτὸν τὴν ἐπὶ θανάτῳ οἱ δῆμοι ἄγοιεν. [24] ὑπερβιαζομένου μέντοι τοῦ ὁμίλου, αὐτή τε οὐχ ἑκοῦσα μεθῆκε τὸν ἄνδρα καὶ αὐτὸν λεὼς οὔτι ἑκούσιον ἐς τὴν Κωνσταντίνου ἀγορὰν ἥκοντα ἐς τὴν βασιλείαν [p. 228] ἐκάλουν, καὶ ῾οὐ γὰρ ἦν αὐτοῖς οὔτε διάδημα οὔτε τι ἄλλο ὧν δὴ βασιλέα περιβάλλεσθαι νόμος᾿ στρεπτόν τινα χρυσοῦν ἐπὶ τῇ κεφαλῇ θέμενοι βασιλέα Ῥωμαίων ἀνεῖπον. [25] ἤδη δὲ καὶ τῶν ἐκ βουλῆς ξυνιόντων, ὅσοι οὐκ ἀπολειφθέντες ἐτύγχανον ἐν τῇ βασιλέως αὐλῇ, πολλαὶ μὲν ἐλέγοντο γνῶμαι ὡς αὐτοῖς ἰτέον ἀγωνιουμένοις ἐς παλάτιον: [26] Ὠριγένης δέ, ἀνὴρ ἐκ βουλῆς, παρελθὼν ἔλεξε τοιάδεΤὰ μὲν παρόντα ἡμῖν, ἄνδρες Ῥωμαῖοι, πράγματα μὴ οὐχὶ πολέμῳ διακριθῆναι οὐχ οἷόν τε. πόλεμος δὲ καὶ βασιλεία τὰ μέγιστα τῶν ἐν ἀνθρώποις ἁπάντων ὡμολόγηται εἶναι. [27] τῶν δὲ δὴ πράξεων αἱ μεγάλαι οὐ βραχύτητι καιροῦ κατορθοῦσθαι θέλουσιν, ἀλλ̓ εὐβουλίᾳ τε λογισμῶν καὶ πόνοις σωμάτων, ἅπερ ἄνθρωποι ἐς χρόνου μῆκος ἐνδείκνυνται. [28] ἢν μὲν οὖν ἐπὶ τὸν πολέμιον ἴοιμεν, ἐπὶ ξυροῦ μὲν ἀκμῆς τὰ πράγματα ἡμῖν στήσεται, περὶ δὲ τῶν ὅλων ἐν βραχεῖ διακινδυνεύσομεν χρόνῳ, τῶν δὲ ἀποβήσεσθαι μελλόντων ἕνεκα τὴν τύχην προσκυνήσομεν μεμψόμεθα πάντως. [29] τὰ γὰρ τῶν πραγμάτων ὀξύτατα ἐς τὸ τῆς τύχης ὡς τὰ πολλὰ περιίσταται κράτος. ἢν δὲ σχολαίτερον τὰ παρόντα διοικησώμεθα, οὐδὲ βουλομένοις παρέσται ἡμῖν Ἰουστινιανὸν ἐν παλατίῳ λαβεῖν, ἀλλ̓ ἀγαπήσει ὡς τάχιστα ἤν τις αὐτὸν ἐῴη φυγεῖν. [30] ἀρχὴ γὰρ περιορωμένη καταρρεῖν εἴωθεν, ἀποληγούσης αὐτῇ τῆς ἰσχύος ἐς ἡμέραν ἑκάστην. ἔστι τοίνυν ἡμῖν βασίλεια ἕτερα, Πλακιλλιαναί τε καὶ τὰ Ἑλένης ἐπώνυμα, ὅθεν χρὴ βασιλέα [p. 230] τόνδε ὁρμώμενον τόν τε πόλεμον διενεγκεῖν καὶ [31] τὰ ἄλλα διοικήσασθαι ἄμεινον ἕξει.’ Ὠριγένης μὲν τοσαῦτα εἶπεν. οἱ δὲ δὴ ἄλλοι, ὅπερ φιλεῖ ὅμιλος ποιεῖν, ὀξύτερόν τε ἀντελαμβάνοντο καὶ τὸ παραυτίκα ᾤοντο ξύμφορον εἶναι, καὶ οὐχ ἥκιστά γε Ὑπάτιος ῾χρῆν γάρ οἱ γενέσθαι κακῶς᾿ τῆς ἐπὶ τὸν ἱππόδρομον ὁδοῦ ἐκέλευεν ἡγεῖσθαι. τινὲς δέ φασιν ἐξεπίτηδες αὐτὸν ἐνταῦθα ἥκειν, βασιλεῖ εὐνοϊκῶς ἔχοντα. [32] Οἱ δὲ ἀμφὶ τὸν βασιλέα ἐν βουλῇ ἦσαν, πότερα μένουσιν αὐτοῖς ταῖς ναυσὶν ἐς φυγὴν τρεπομένοις ἄμεινον ἔσται. καὶ λόγοι μὲν πολλοὶ ἐλέγοντο ἐς ἑκάτερα φέροντες. [33] καὶ Θεοδώρα δὲ βασιλὶς ἔλεξε τοιάδεΤὸ μὲν γυναῖκα ἐν ἀνδράσι μὴ χρῆναι τολμᾶν ἐν τοῖς ἀποκνοῦσι νεανιεύεσθαι, τὸν παρόντα οἶμαι καιρὸν ἥκιστα ἐφεῖναι διασκοπεῖσθαι εἴτε ταύτῃ εἴτε ἄλλῃ πη νομιστέον. [34] οἷς γὰρ τὰ πράγματα ἐς κίνδυνον τὸν μέγιστον ἥκει, οὐκ ἄλλο οὐδὲν εἶναι δοκεῖ ἄριστον τὰ ἐν ποσὶν ὡς ἄριστα θέσθαι. [35] ἡγοῦμαι δὲ τὴν φυγὴν ἔγωγε, εἴπερ ποτέ, καὶ νῦν, ἢν καὶ τὴν σωτηρίαν ἐπάγηται, ἀξύμφορον εἶναι. ἀνθρώπῳ μὲν γὰρ ἐς φῶς ἥκοντι τὸ μὴ οὐχὶ καὶ νεκρῷ γενέσθαι ἀδύνατον, τῷ δὲ βεβασιλευκότι τὸ φυγάδι εἶναι οὐκ ἀνεκτόν. [36] μὴ γὰρ ἂν γενοίμην τῆς ἁλουργίδος ταύτης χωρίς, μηδ̓ ἂν τὴν ἡμέραν ἐκείνην βιῴην, ἐν με δέσποιναν οἱ ἐντυχόντες οὐ προσεροῦσιν. εἰ μὲν οὖν σώζεσθαί σοι βουλομένῳ ἐστίν, βασιλεῦ, οὐδὲν τοῦτο πρᾶγμα. [p. 232] [37] χρήματα γάρ τε πολλὰ ἔστιν ἡμῖν, καὶ θάλασσα μὲν ἐκείνη, πλοῖα δὲ ταῦτα. σκόπει μέντοι μὴ διασωθέντι ξυμβήσεταί σοι ἥδιστα ἂν τῆς σωτηρίας τὸν θάνατον ἀνταλλάξασθαι. ἐμὲ γάρ τις καὶ παλαιὸς ἀρέσκει λόγος, ὡς καλὸν ἐντάφιον [38] βασιλεία ἐστί.’ τοσαῦτα τῆς βασιλίδος εἰπούσης, θάρσος τε τοῖς πᾶσιν ἐπεγένετο καὶ ἐς ἀλκὴν τραπόμενοι ἐν βουλῇ ἐποιοῦντο ἂν ἀμύνεσθαι δυνατοὶ γένοιντο, ἤν τις ἐπ̓ αὐτοὺς πολεμήσων ἴοι. [39] οἱ μὲν οὖν στρατιῶται ξύμπαντες, οἵ τε ἄλλοι καὶ ὅσοι ἀμφὶ τὴν βασιλέως αὐλὴν ἐτετάχατο, οὔτε τῷ βασιλεῖ εὐνοϊκῶς εἶχον οὔτε ἐς τὸ ἐμφανὲς ἔργου ἔχεσθαι ἤθελον, ἀλλὰ τὸ μέλλον ἐκαραδόκουν ὅπη ἐκβήσεται. [40] πᾶσαν δὲ τὴν ἐλπίδα ἐν Βελισαρίῳ τε καὶ Μούνδῳ βασιλεὺς εἶχεν, ὧν ἅτερος μέν, Βελισάριος, ἄρτι ἐκ τοῦ Μηδικοῦ ἐπανήκων πολέμου τήν τε ἄλλην θεραπείαν δυνατήν τε καὶ λόγου ἀξίαν ἐπήγετο καὶ δορυφόρων τε εἶχε καὶ ὑπασπιστῶν πλῆθος ἔν τε ἀγῶσι καὶ τοῖς τοῦ πολέμου κινδύνοις τὰς μελέτας πεποιημένον. [41] Μοῦνδος δέ, Ἰλλυριῶν στρατηγὸς ἀποδεδειγμένος, τύχῃ τινὶ ξυνεκύρησε βαρβάρους Ἐρούλους ἐπαγαγόμενος κατά τινα χρείαν ἐς Βυζάντιον μετάπεμπτος ἥκειν. [42] Ὑπάτιος μὲν οὖν ἐπειδὴ εἰς τὸν ἱππόδρομον ἀφίκετο, ἀναβαίνει μὲν αὐτίκα οὗ δὴ βασιλέα καθίστασθαι νόμος, κάθηται δὲ ἐς τὸν βασίλειον θρόνον, ὅθεν ἀεὶ βασιλεὺς εἰώθει τόν τε ἱππικὸν καὶ γυμνικὸν θεᾶσθαι ἀγῶνα. [43] ἐκ δὲ παλατίου Μοῦνδος μὲν διὰ πύλης ἐξῄει, ἔνθα δὴ κοχλίας ἀπὸ τῆς καθόδου κυκλοτεροῦς οὔσης ὠνόμασται. [p. 234] [44] Βελισάριος δὲ τὰ μὲν πρῶτα εὐθὺ αὐτοῦ τε Ὑπατίου καὶ θρόνου τοῦ βασιλείου ἀνέβαινεν, ὡς δὲ ἐς τὸ πλησίον οἴκημα ἦλθεν οὗ δὴ στρατιωτῶν φρουρὰ ἐκ παλαιοῦ ἐστιν, ἐβόα τοῖς στρατιώταις ἐγκελευόμενος ἀνοιγνύναι οἱ τὴν θύραν ὡς τάχιστα ὅπως ἐπὶ τὸν τύραννον ἴοι. [45] δεδογμένον δὲ τοῖς στρατιώταις μηδετέρῳ ἀμύνειν ἕως αὐτῶν ἅτερος λαμπρῶς νικῴη, ὡς ἥκιστα ἐπαΐειν δοκοῦντες διεκρούσαντο. [46] ἀναστρέψας οὖν Βελισάριος ὡς βασιλέα, διεφθάρθαι ἰσχυρίζετο σφίσι τὰ πράγματα. [47] νεωτερίζειν γὰρ ἐς αὐτὸν τοὺς στρατιώτας οἳ τὴν παλατίου φρουρὰν ἔχουσιν. ἐκέλευεν οὖν αὐτὸν βασιλεὺς ἐπὶ τὴν καλουμένην Χαλκῆν καὶ τὰ ἐνταῦθα προπύλαια ἰέναι. [48] δὲ δὴ μόλις καὶ οὔτε κινδύνων οὔτε πόνων μεγάλων χωρὶς δἰ ἐρειπίων τε καὶ χωρίων ἡμιφλέκτων διεξιὼν ἐς τὸ ἱππικὸν ἀναβαίνει. [49] καὶ ἐπειδὴ παρὰ τὴν Βενέτειον ἐγεγόνει στοάν, τοῦ βασιλέως θρόνου ἐν δεξιᾷ ἐστιν, ἐβούλευσε μὲν ἐπὶ πρῶτον αὐτὸν Ὑπάτιον ἰέναι, βραχείας δὲ οὔσης ἐνταῦθα πυλίδος ἀπεκέκλειστό τε καὶ ὑπὸ τῶν ἐντὸς Ὑπατίου στρατιωτῶν ἐφυλάσσετο, κατωρρώδησε μή οἱ ἐν στενῷ πονουμένῳ δῆμος ξυνεπιθέμενος αὐτόν τε καὶ τοὺς ἑπομένους ἅπαντας διαφθείραντες ῥᾷόν τε καὶ ἀπονώτερον ἐπὶ βασιλέα χωρήσωσι. [50] λογισάμενος οὖν ὥς οἱ ἐπὶ τὸν δῆμον ἰτέον ἐστίν, οἳ ἐν τῷ ἱπποδρόμῳ ἑστήκεσαν, πλήθει τε ἄμετροι καὶ μετὰ πολλῆς ἀκοσμίας ὑπ̓ ἀλλήλων ὠθούμενοι, ἀπὸ τοῦ κολεοῦ τὸ ξίφος ἀράμενος τοῖς τε ἄλλοις κατὰ ταὐτὰ ποιεῖν [p. 236] ἐπαγγείλας, δρόμῳ τε καὶ κραυγῇ ἐπ̓ αὐτοὺς ᾔει. [51] δὲ δῆμος, ἅτε δὴ ἐν ὁμίλῳ καὶ οὐκ ἐν τάξει ἱστάμενοι, ἐπειδὴ στρατιώτας εἶδον τεθωρακισμένους τε καὶ δόξαν πολλὴν ἐπί τε ἀνδρίᾳ καὶ πολέμων ἐμπειρίᾳ ἔχοντας, καὶ τοῖς ξίφεσιν οὐδεμιᾷ φειδοῖ παίοντας, ἐς φυγὴν ὥρμηντο. [52] κραυγῆς δὲ πολλῆς, ὡς τὸ εἰκός, γεγενημένης, πλησίον που ἑστηκὼς Μοῦνδος καὶ βουλόμενος ἔργου ἔχεσθαι ῾ἦν γάρ τις τολμητὴς καὶ δραστήριος᾿, ἀπορούμενος δὲ χρήσεται τοῖς παροῦσιν, ἐπειδὴ ἐτεκμήρατο ὡς Βελισάριος ἐν τῷ πόνῳ εἴη, εὐθὺς ἐπὶ τὸ ἱπποδρόμιον διὰ τῆς εἰσόδου Νεκρὰ καλεῖται εἰσβάλλει. [53] τότε δὴ ἑκατέρωθεν οἱ Ὑπατίου στασιῶται κατὰ κράτος πλησσόμενοι διεφθείροντο. ἐπεὶ δὲ τροπὴ λαμπρὰ ἐγεγόνει καὶ φόνος ἦν ἤδη τοῦ δήμου πολύς, Βοραΐδης τε καὶ Ἰοῦστος, Ἰουστινιανοῦ βασιλέως ἀνεψιοί, χεῖρας αὐτοῖς οὐδενὸς ἀνταίρειν τολμῶντος, καθεῖλόν τε ἀπὸ τοῦ θρόνου Ὑπάτιον καὶ αὐτὸν ἐσαγαγόντες βασιλεῖ ἅμα Πομπηίῳ παρέδωκαν. [54] θνήσκουσί τε τοῦ δήμου πλέον τρισμύριοι ἐν ταύτῃ τῇ ἡμέρᾳ. βασιλεὺς δὲ αὐτοὺς ἐν φυλακῇ χαλεπῇ ἐκέλευεν εἶναι. [55] ἐνταῦθα Πομπήιος μὲν ἐδάκρυέ τε καὶ ἄξια ἐλέου ἐφθέγγετο: ἦν γὰρ δὴ ἀνὴρ πραγμάτων τε καὶ κακῶν τοιούτων ἥκιστα ἔμπειρος: Ὑπάτιος δὲ αὐτὸν πολλὰ ὀνειδίσας οὐκ ἔφη χρῆναι τοὺς οὐκ ἐν δίκῃ ἀπολουμένους ὀδύρεσθαι. [56] ἀρχήν τε γὰρ ὑπὸ τοῦ δήμου ἄκοντας βιασθῆναι, καὶ οὐκ ἐπὶ κακῷ τοῦ βασιλέως ὕστερον ἐς τὸ ἱπποδρόμιον ἀφικέσθαι. κτείναντες δὲ οἱ στρατιῶται τῇ [p. 238] ὑστεραίᾳ ἑκάτερον, ἐς θάλασσαν καθῆκαν τὰ σώματα. [57] βασιλεὺς δὲ αὐτῶν τε τὰ χρήματα ἐς τὸ δημόσιον ἀνάγραπτα ἐποιήσατο καὶ ἄλλων τῶν ἐκ βουλῆς ἁπάντων οἳ δὴ τὴν γνώμην ξὺν αὐτοῖς ἔθεντο. [58] ἔπειτα μέντοι τοῖς τε ἄλλοις ἅπασι καὶ τοῖς Ὑπατίου καὶ Πομπηίου παισὶ τά τε ἀξιώματα οἷς πρότερον ἐχρῶντο ἀπέδωκε καὶ τῶν χρημάτων ὅσοις τῶν ἐπιτηδείων τινὰς οὐκ ἔτυχε δωρησάμενος. ἐς τόδε μὲν Βυζαντίῳ στάσις ἐτελεύτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: