previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Οὕτω γοῦν Θεοδώρα, ὥσπερ ἐρρήθη, τεχθεῖσά τε καὶ τεθραμμένη καὶ παιδευθεῖσα ἐς βασιλείας ἀξίωμα τρόπῳ οὐδενὶ ἐμποδισθεῖσα ἦλθεν. [2] οὐδὲ γὰρ [p. 66] τῷ γήμαντι ὕβρεώς τις οἴησις γέγονεν, εἴ οἱ παρὸν ἐκ πάσης ἀπολεξαμένῳ τῆς Ῥωμαίων ἀρχῆς γαμετὴν γυναῖκα ποιήσασθαι τὴν πασῶν γυναικῶν μάλιστα εὖ τε γεγονυῖαν καὶ τροφῆς κρυφαίου μεταλαχοῦσαν, τοῦ τε αἰδεῖσθαι οὐκ ἀμελέτητον γεγενημένην, καὶ σωφροσύνῃ ξυνῳκισμένην, πρὸς δὲ τῷ κάλλει ὑπερφυᾶ καὶ παρθένον τινὰ καὶ τὸ δὴ λεγόμενον ὀρθότιτθον οὖσαν. [3] δὲ τὸ κοινὸν ἄγος ἁπάντων ἀνθρώπων αὑτοῦ ἴδιον πεποιῆσθαι οὐκ ἀπηξίου, ἐπ̓ οὐδενὶ τῶν προδεδηλωμένων καταδυόμενος, καὶ γυναικὶ πλησιάζειν ἄλλα τε περιβεβλημένῃ μεγάλα μιάσματα καὶ παιδοκτονίας πολλὰς ἐθελουσίων ἀμβλώσεων. ἄλλο τέ μοι ἐνδεῖν ἤθους πέρι μνημονεῦσαι τοῦδε τοῦ ἀνθρώπου οὐδ̓ ὁτιοῦν οἶμαι. [4] ἅπαντα γὰρ αὐτοῦ τὰ τῆς ψυχῆς πάθη οὗτος ἂν ἀξιόχρεως γάμος σημῆναι διαρκῶς εἴη, ἑρμηνεύς τε καὶ μάρτυς τοῦ τρόπου καὶ λογογράφος γινόμενος. [5] ἐπεὶ ὅστις ἀλογήσας τὴν ὑπὲρ τῶν πεπραγμένων αἰσχύνην οὐκ ἀπαξιοῖ τοῖς ἐντυγχάνουσι βδελυρὸς φαίνεσθαι, τούτῳ δὴ οὐδεμία παρανομίας ἀτραπὸς ἄβατος, ἀλλὰ τὴν ἀναίδειαν ἀεὶ τοῦ μετώπου προβεβλημένος ῥᾷστά τε καὶ οὐδενὶ πόνῳ ἐς τῶν πράξεων τὰς μιαρωτάτας χωρεῖ. [6] οὐ μὴν οὐδέ τις ἐκ τῆς συγκλήτου βουλῆς τὸ αἶσχος τοῦτο ἀναδουμένην τὴν πολιτείαν ὁρῶν δυσφορεῖσθαί τε καὶ τὴν πρᾶξιν ἀπειπεῖν ἔγνω, καίπερ αὐτὴν ἅπαντες ἴσα θεῷ [p. 67] προσκυνήσοντες. [7] ἀλλ̓ οὐδέ τις ἱερεὺς δεινοπαθῶν ἔνδηλος γέγονε, καὶ ταῦτα δέσποιναν αὐτὴν προσερεῖν μέλλοντες. [8] καὶ πρότερον αὐτῆς θεατὴς δῆμος δοῦλος εὐθὺς οὐδενὶ κόσμῳ αὐτῆς εἶναί τε καὶ ὀνομάζεσθαι ὑπτίαις ἐδικαίου χερσίν. [9] οὐδέ τις στρατιώτης ἠγρίωτο, εἰ τοὺς ἐν τοῖς στρατοπέδοις κινδύνους ὑπὲρ τῶν τῆς Θεοδώρας πραγμάτων ὑφίστασθαι μέλλοι οὐδέ τις αὐτῇ ἄλλος ἀπήντησε τῶν ἁπάντων ἀνθρώπων, ἀλλὰ πάντες, οἶμαι, τῷ ταῦτα οὕτω δεδόσθαι κεκλιμένοι ἐνεχώρησαν ξυμπεραίνεσθαι τὸ μίασμα τοῦτο, ὥσπερ τῆς τύχης ἐπίδειξιν τῆς δυνάμεως πεποιημένης, δὴ ἅπαντα πρυτανευούσῃ τὰ ἀνθρώπεια ὡς ἥκιστα μέλει οὔτε ὅπως ἂν τὰ πραττόμενα εἰκότα εἴη οὔτε ὅπως ἂν ταῦτα κατὰ λόγον τοῖς ἀνθρώποις γεγενῆσθαι δοκῇ. [10] ἐπαίρει γοῦν τινα ἐξαπιναίως ἀλογίστῳ τινὶ ἐξουσίᾳ ἐς ὕψος μέγα, ᾧπερ ἐναντιώματα μὲν πολλὰ ξυμπεπλέχθαι δοκεῖ, ἀντιστατεῖ δὲ παρά τι ἔργον τῶν πάντων οὐδὲν, ἀλλὰ ἄγεται μηχανῇ πάσῃ ὅπη ποτὲ αὐτῇ διατέτακται, ἁπάντων ἑτοίμως ἐξισταμένων τε καὶ ὑποχωρούντων προϊούσῃ τῇ τύχῃ. ἀλλὰ ταῦτα μὲν ὅπη τῷ θεῷ φίλον, ταύτῃ ἐχέτω τε καὶ λεγέσθω. [11] δὲ Θεοδώρα εὐπρόσωπος μὲν ἦν καὶ εὔχαρις [p. 68] ἄλλως, κολοβὸς δὲ καὶ ὡρακιῶσα οὐ παντάπασι μὲν, ἀλλ̓ ὅσον ὑπόχλωρος εἶναι, γοργόν τε καὶ συνεστραμμένον ἀεὶ βλέπουσα. [12] τῶν δὲ δὴ αὐτῇ βεβιωμένων ἐν τῇ θυμέλῃ τὰ μὲν πλεῖστα λέγοντι οὐκ ἂν πᾶς αἰὼν ἐπαρκέσαι, ὀλίγα δὲ ἄττα ἐν τοῖς ἔμπροσθεν λόγοις ἀπολεξάμενος τοῦ τῆς γυναικὸς τρόπου τοῖς ἐπιγενησομένοις ὅλην ἂν πεποιῆσθαι τὴν δήλωσιν ἱκανὸς εἴην. [13] νῦν δὲ αὐτῆς καὶ τἀνδρὸς τὰ πεπραγμένα ἐν ὀλίγῳ δηλωτέον ἡμῖν, ἐπεὶ οὐδέ τι ἀλλήλοιν χωρὶς ἐς τὴν δίαιταν ἐπραξάτην. [14] χρόνον μὲν γὰρ πολὺν ἔδοξαν ἅπασι ταῖς τε γνώμαις ἀεὶ καὶ τοῖς ἐπιτηδεύμασι καταντικρὺ ἀλλήλοιν ἰέναι, ὕστερον μέντοι ἐξεπίτηδες αὐτοῖν ξυμπεπλάσθαι δόκησις αὕτη ἐγνώσθη, τοῦ μὴ ξυμφρονήσαντας τοὺς κατηκόους σφίσιν ἐπαναστῆναι, ἀλλὰ διεστάναι τὰς γνώμας ἐπ̓ αὐτοὺς ἅπασι. [15] Πρῶτα μὲν οὖν τοὺς Χριστιανοὺς διαναστήσαντε καὶ τὴν ἐναντίαν ἔν γε τοῖς ἀντιλεγομένοις σκηπτομένω ἀλλήλοιν ἰέναι διεσπάσαντο οὕτως ἅπαντας, ὥσπερ μοι λελέξεται οὐ πολλῷ ὕστερον. ἔπειτα δὲ τοὺς στασιώτας διείλοντο. [16] καὶ μὲν δυνάμει τῇ πάσῃ μεταποιεῖσθαι τῶν Βενέτων ἐπλάσσετο καὶ τὴν ἐξουσίαν αὐτοῖς ἐπὶ τοὺς ἀντιστασιώτας ἀναπετάσασα ἐνεδίδου κόσμῳ ἐν οὐδενὶ ἐξαμαρτάνειν τε καὶ βιάζεσθαι [p. 69] τὰ ἀνήκεστα. [17] δὲ ὥσπερ ἀγανακτοῦντι μὲν καὶ ἀποσκύζοντι λάθρα ἐῴκει, κελεὐθέως δὲ τῇ γυναικὶ ἀντιστατεῖν οὐχ οἵῳ τε ὄντι, πολλάκις δὲ καὶ μεταμπισχόμενοι τὴν τοῦ δύνασθαι δόξαν σφίσιν αὐτοῖς τὴν ἐναντίαν ᾔεσαν. [18] μὲν γὰρ τοὺς Βενέτους οἷα ἐξαμαρτάνοντας κολάζειν ἠξίου, δὲ τῷ λόγῳ χαλεπαίνουσα ἐδυσφορεῖτο ὅτι δὴ οὐχ ἑκοῦσα τἀνδρὸς ἡσσηθείη. [19] Τῶν μέντοι Βενέτων οἱ στασιῶται, ὥσπερ μοι εἴρηται, σωφρονέστατοι ἔδοξαν εἶναι. τοὺς γὰρ πέλας βιάζεσθαι ὅσα ἐξῆν οὐδαμῆ ἐδικαίουν, ἔν τε ταῖς περὶ τὰς δίκας φιλονεικίαις ἐδόκει μὲν ἑκάτερος ἑνὶ τῶν διαφόρων ἀμύνειν, νικᾶν δὲ αὐτοῖν τὸν λόγῳ τῷ ἀδίκῳ ξυνιστάμενον ἐπάναγκες ἦν: οὕτω δὲ τὰ πλεῖστα χρημάτων αὐτοὺς τῶν ἀντιλεγομένων ληΐζεσθαι. [20] πολλοὺς μὲν οὖν ὅδε αὐτοκράτωρ ἐν τοῖς αὐτῷ καταλέγων ἐπιτηδείοις ἐς τὴν ἐξουσίαν ἐνεβίβαζε τοῦ βιάζεσθαί τε καὶ εἰς τὴν πολιτείαν ἐξαμαρτάνειν βούλοιντο, ἐπειδὰν δὲ πλούτου τι μέγα χρῆμα περιβεβλημένοι φανεῖεν, εὐθύς τι προσκεκρουκότες τῇ γυναικὶ διάφοροι ἦσαν. [21] ὧν δὴ κατ̓ ἀρχὰς μεταποιεῖσθαι πάσῃ προθυμίᾳ οὐδαμῆ ἀπηξίου, ὕστερον δὲ τὴν ἐς τοὺς ἀνθρώπους μεθεὶς εὔνοιαν τὰ ἐς τὴν [p. 70] σπουδὴν τάραχος ἐκ τοῦ αἰφνιδίου ἐγίνετο. [22] καὶ μὲν αὐτίκα εἰργάζετο αὐτοὺς ἀνήκεστα ἔργα, δὲ δῆθεν οὐκ ἐπαισθανόμενος τῶν πραττομένων σύμπασαν αὐτῶν τὴν οὐσίαν κτήσει ἀναισχύντῳ ἠσπάζετο. [23] τούτοις τε ἀεὶ τοῖς μηχανήμασιν ἐν σφίσι μὲν αὐτοῖς ξυμφρονοῦντες, ἐς δὲ τὸ ἐμφανὲς στασιάζειν ποιούμενοι, διαστήσασθαί τε τοὺς ὑπηκόους καὶ τὴν τυραννίδα βεβαιότατα κρατύνεσθαι ἔσχον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (7 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: