previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΤΟΥ ΗΙΘΕΟΥ ΑΓΑΛΜΑ.

ια. τεθέασαι τὸν ἠίθεον ἐπ᾽ ἀκροπόλει, ὃν Πραξιτέλης ἵδρυσεν, δεῖ σοι τῆς τέχνης παραστῆσαι τὸ πρᾶγμα; παῖς ἦν ἁπαλός τις καὶ νέος πρὸς τὸ μαλθακόν τε καὶ νεοτήσιον τῆς τέχνης τὸν χαλκὸν μαλαττούσης, χλιδῆς δὲ ἦν καὶ ἱμέρου μεστὸς καὶ τὸ τῆς ἥβης ἔφαινεν ἄνθος, πάντα δὲ ἦν ἰδεῖν πρὸς τὴν τῆς τέχνης βούλησιν ἀμειβόμενα: καὶ γὰρ ἁπαλὸς ἦν μαχομένην τῇ ἁπαλότητι τὴν οὐσίαν ἔχων καὶ πρὸς τὸ ὑγρὸν ἤγετο ἐστερημένος ὑγρότητος καὶ ὅλος ἐξέβαινε τῆς αὑτοῦ φύσεως χαλκὸς τοὺς ὅρους εἰς τὸν ἀληθῆ τύπον μεθιστάμενος. ἄμοιρος δὲ ὢν πνεύματος καὶ τὸ ἔμπνουν ὑπεδύετο, γὰρ μὴ παρέλαβεν ὕλη, μηδὲ εἶχεν ἔμφυτα, τούτων τέχνη τὴν ἐξουσίαν ἐπορίζετο. [p. 435] ἐκοινοῦτο δὲ τὰς παρειὰς ἐρυθήματι, δὴ καὶ παράδοξον ἦν, χαλκοῦ τικτόμενον ἔρευθος, καὶ παιδικῆς ἦν ἡλικίας ἄνθος ἐκλάμπον, κόμη δὲ εἶχεν ἕλικας ταῖς ὀφρύσιν ἐπιβαίνοντας. δὲ τῷ τελαμῶνι καταστέφων τὴν κόμην καὶ ἐκ τῶν ὀφρύων ἀπωθούμενος τῷ διαδήματι τὰς τρίχας, γυμνὸν πλοκάμων ἐτήρει τὸ μέτωπον. ὡς δὲ καὶ κατὰ μέρος ἐξητάζομεν τὴν τέχνην καὶ τὰ ἐν αὐτῇ δαιδάλματα, ἀφασίᾳ πληγέντες εἱστήκειμεν, τε γὰρ χαλκὸς εὐτραφῆ καὶ λιπῶσαν ἐπεδείκνυτο τὴν σάρκα καὶ πρὸς τὴν τῆς τριχὸς κίνησιν μεθηρμόζετο, ὁτὲ μὲν βοστρύχων οὔλων πλοκαῖς συνεξελιττόμενος, ὁτὲ δ᾽ ἐθελούσῃ τῇ τριχὶ ἐκτάδην κατὰ νώτου χυθῆναι συναπλούμενος, καὶ ὅτε μὲν ἐθέλοι τὸ πλάσμα καμφθῆναι, καὶ πρὸς τὴν καμπὴν ἀνιέμενος, ὁτὲ δὲ ἐπιτεῖναι τὰ μέλη πρὸς τὸ σύντονον μεθιστάμενος. ὄμμα δὲ ἱμερῶδες ἦν αἰδοῖ συμμιγὲς ἀφροδισίας γέμον χάριτος, καὶ γὰρ ᾔδει ζηλοῦν χαλκὸς τὸ ἐράσμιον καὶ ὑπήκουεν ἐθέλοντι τῷ εἰδώλῳ γαυροῦσθαι. ἀκίνητος δὲ ὢν οὗτος ἔφηβος ἔδοξεν ἄν σοι κινήσεως μετέχειν καὶ εἰς χορείαν εὐτρεπίζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: