next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Σιληνός
Βρόμιε, διὰ σὲ μυρίους ἔχω πόνους
νῦν χὤτ᾽ ἐν ἥβῃ τοὐμὸν εὐσθένει δέμας:
πρῶτον μὲν ἡνίκ᾽ ἐμμανὴς Ἥρας ὕπο
Νύμφας ὀρείας ἐκλιπὼν ᾤχου τροφούς:
5ἔπειθ᾽ ὅτ᾽ ἀμφὶ γηγενῆ μάχην δορὸς
ἐνδέξιος σῷ ποδὶ παρασπιστὴς βεβὼς
Ἐγκέλαδον ἰτέαν ἐς μέσην θενὼν δορὶ
ἔκτειναιφέρ᾽ ἴδω, τοῦτ᾽ ἰδὼν ὄναρ λέγω;
οὐ μὰ Δί᾽, ἐπεὶ καὶ σκῦλ᾽ ἔδειξα Βακχίῳ.
10

καὶ νῦν ἐκείνων μείζον᾽ ἐξαντλῶ πόνον.
ἐπεὶ γὰρ Ἥρα σοι γένος Τυρσηνικὸν
λῃστῶν ἐπῶρσεν, ὡς ὁδηθείης μακράν,
<ἐγὼ> πυθόμενος σὺν τέκνοισι ναυστολῶ
σέθεν κατὰ ζήτησιν. ἐν πρύμνῃ δ᾽ ἄκρᾳ
15αὐτὸς βεβὼς ηὔθυνον ἀμφῆρες δόρυ,
παῖδες δ᾽ <ἐπ᾽> ἐρετμοῖς ἥμενοι γλαυκὴν ἅλα
ῥοθίοισι λευκαίνοντες ἐζήτουν σ᾽, ἄναξ.
ἤδη δὲ Μαλέας πλησίον πεπλευκότας
ἀπηλιώτης ἄνεμος ἐμπνεύσας δορὶ
20ἐξέβαλεν ἡμᾶς τήνδ᾽ ἐς Αἰτναίαν πέτραν,
ἵν᾽ οἱ μονῶπες ποντίου παῖδες θεοῦ
Κύκλωπες οἰκοῦσ᾽ ἄντρ᾽ ἔρημ᾽ ἀνδροκτόνοι.
τούτων ἑνὸς ληφθέντες ἐσμὲν ἐν δόμοις
δοῦλοι: καλοῦσι δ᾽ αὐτὸν λατρεύομεν
25Πολύφημον: ἀντὶ δ᾽ εὐίων βακχευμάτων
ποίμνας Κύκλωπος ἀνοσίου ποιμαίνομεν.

παῖδες μὲν οὖν μοι κλειτύων ἐν ἐσχάτοις
νέμουσι μῆλα νέα νέοι πεφυκότες,
ἐγὼ δὲ πληροῦν πίστρα καὶ σαίρειν στέγας
30μένων τέταγμαι τάσδε, τῷδε δυσσεβεῖ
Κύκλωπι δείπνων ἀνοσίων διάκονος.
καὶ νῦν, τὰ προσταχθέντ᾽, ἀναγκαίως ἔχει
σαίρειν σιδηρᾷ τῇδέ μ᾽ ἁρπάγῃ δόμους,
ὡς τόν τ᾽ ἀπόντα δεσπότην Κύκλωπ᾽ ἐμὸν
35καθαροῖσιν ἄντροις μῆλά τ᾽ ἐσδεχώμεθα.

ἤδη δὲ παῖδας προσνέμοντας εἰσορῶ
ποίμνας. τί ταῦτα; μῶν κρότος σικινίδων
ὁμοῖος ὑμῖν νῦν τε χὤτε Βακχίῳ
κῶμος συνασπίζοντες Ἀλθαίας δόμους
40προσῇτ᾽ ἀοιδαῖς βαρβίτων σαυλούμενοι;

load focus English (David Kovacs)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: