Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ σώμασιν αὐτοῖς ἴσα τῇ δόξῃ περιδεῶς
συναπονεύων’ τῇ διαθέσει καὶ τῇ διατυπώσει τῶν
γινομένων γραφικῆς ἐναργείας ἐστίν. ὣστ᾽ εἰ τοὺς ζωγραφοῦντας οὐκ ἄξιον παραβάλλειν τοῖς στρατηγοῖς, μηδὲ τοὺς ἱστοροῦντας παραβάλλωμεν.
τὴν τοίνυν ἐν Μαραθῶνι μάχην ἀπήγγειλεν, ὡς μὲν Ἡρακλείδης ὁ Ποντικὸς ἱστορεῖ, Θέρσιππος
ὁ
Ἐροιεύς: οἱ δὲ πλεῖστοι λέγουσιν Εὐκλέα,
δραμόντα σὺν τοῖς ὅπλοις θερμὸν ἀπὸ τῆς μάχης
καὶ ταῖς θύραις ἐμπεσόντα τῶν πρώτων, τοσοῦτο
μόνον εἰπεῖν, ‘χαίρετε: νικῶμεν’, εἶτ᾽ εὐθὺς
[p. 504] ἐκπνεῦσαι. πλὴν οὗτος μὲν αὐτάγγελος ἧκε τῆς μάχης ἀγωνιστὴς γενόμενος. φέρε δ᾽
εἴ τις ὑπὲρ