ἐπικήδειον καὶ Ἐπίγραμμα
“ὁ μὲν γὰρ Εὐριπίδης μετὰ τὴν ἧτταν αὐτῶν καὶ τὸν ὄλεθρον γράφων ἐπικήδειον ἐποίησεν:
” Plut. Nic. 17οἵδε Συρακοσίους ὀκτὼ νίκας ἐκράτησαν
ἄνδρες, ὅτ᾽ ἦν τὰ θεῶν ἐξ ἴσου ἀμφοτέροις.CURFRAG.tlg-0006.1
“π. μυκήτων: Ἐπαρχίδης Εὐριπίδην φησὶ τὸν ποιητὴν ἐπιδημῆσαι τῇ Ἰκάρῳ, καὶ γυναικός τινος μετὰ τέκνων κατὰ τοὺς ἀγρούς, δύο μὲν ἀρρένων τελείων, μιᾶς δὲ παρθένου, φαγούσης θανασίμους μύκητας καὶ ἀποπνιγείσης μετὰ τῶν τέκνων, ποιῆσαι τουτὶ τὸ ἐπίγραμμα:
” Ath. 2. 61bὦ τὸν ἀγήραντον πόλον αἰθέρος Ἥλιε τέμνων,
ἆρ᾽ εἶδες τοιόνδ᾽ ὄμματι πρόσθε πάθος,
μητέρα παρθενικήν τε κόρην δισσούς τε συναίμους
ἐν ταὐτῷ φέγγει μοιραδίῳ φθιμένους;CURFRAG.tlg-0006.2