previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] ἤκουσα, ἔφην ἐγώ, τῆς Βοιωτίας αὐλητρίδος Ἰσμηνοδώρας διηγουμένης τὰ ἐφέστια παρ᾽ αὐτοῖς, ὡς γένοιτό τις ἐν Θήβαις ἐκ γυναικὸς ἀνήρ, δ᾽ αὐτὸς καὶ μάντις ἄριστος, οἶμαι, Τειρεσίας τοὔνομα. μὴ οὖν καὶ σὺ τοιοῦτόν τι πέπονθας; οὔκουν, Λέαινα, ἔφη, ἀλλὰ ἐγεννήθην μὲν ὁμοία ταῖς ἄλλαις ὑμῖν, [p. 245] γνώμη δὲ καὶ ἐπιθυμία καὶ τἆλλα πάντα ἀνδρός ἐστί [p. 292] μοι. καὶ ἱκανὴ γοῦν σοι, ἔφην, ἐπιθυμία; πάρεχε γοῦν, Λέαινα, εἰ ἀπιστεῖς, ἔφη, καὶ γνώσῃ οὐδὲν ἐνδέουσάν με τῶν ἀνδρῶν: ἔχω γάρ τι ἀντὶ τοῦ ἀνδρείου. ἀλλὰ πάρεχε, ὄψει γάρ. παρέσχον, Κλωνάριον, ἱκετευούσης πολλὰ καὶ ὅρμον τινά μοι δούσης τῶν πολυτελῶν καὶ ὀθόνας τῶν λεπτῶν. εἶτ᾽ ἐγὼ μὲν ὥσπερ ἄνδρα περιελάμβανον, δὲ ἐφίλει τε καὶ ἐποίει καὶ ἤσθμαινε καὶ ἐδόκει μοι ἐς ὑπερβολὴν ἥδεσθαι.

Κλωνάριον
τί ἐποίει, Λέαινα, τίνα τρόπον; τοῦτο γὰρ μάλιστα εἰπέ.

Λέαινα
μὴ ἀνάκρινε ἀκριβῶς, αἰσχρὰ γάρ: ὥστε μὰ τὴν οὐρανίαν οὐκ ἄν εἴποιμι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: