previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καίτοι φέρε λέγειν τινὰ ἡμῶν ὡς τύχη τὰ τῶν βλεπόντων πράγματα, οὐκ ὄψις οὐδ᾽ὄμματα φωσφόραφησὶ Πλάτων, 1 καὶ τύχη τὰ τῶν ἀκουόντων, οὐ δύναμις ἀντιληπτικὴ πληγῆς ἀέρος δι᾽ ὠτὸς καὶ ἐγκεφάλου προσφερομένης: καλὸν δ̓ , ὡς ἔοικεν, εὐλαβεῖσθαι τὴν αἴσθησιν. ἀλλὰ μὴν τὴν ὄψιν καὶ ἀκοὴν καὶ γεῦσιν καὶ ὄσφρησιν καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος καὶ τάς δυνάμεις 2 αὐτῶν ὑπηρεσίαν εὐβουλίας καὶ φρονήσεως φύσις ἤνεγκεν ἡμῖν, καὶνοῦς 3 ὁρῇ καὶ νοῦς ἀκούει, τἄλλαδὲ κωφὰκαὶ τυφλάκαὶ ὥσπερ ἡλίου μὴ ὄντος ἕνεκα τῶν ἄλλων ἄστρων εὐφρόνην ἂν ἤγομεν, ὥς φησιν Ἡράκλειτος, 4 οὕτως ἕνεκα τῶν αἰσθήσεων, εἰ μὴ νοῦν μηδὲ λόγον ἄνθρωπος ἔσχεν, οὐδὲν ἂν διέφερε τῷ βίῳ τῶν θηρίων. νῦν δ᾽ οὐκ ἀπὸ τύχης οὐδ᾽ αὐτομάτως περίεσμεν αὐτῶν καὶ κρατοῦμεν, ἀλλ᾽ Προμηθεύς, τουτέστιν λογισμὸς αἴτιος
ἳππων ὄνων τ᾽ ὀχεῖα καὶ ταύρων γονὰς 5
δοὺς: ἀντίδωρα καὶ πόνων ἐκδέκτορα
κατ᾽ Αἰσχύλον. ἐπεὶ τύχῃ γε καὶ φύσει γενέσεως ἀμείνονι τὰ πλεῖστα τῶν ἀλόγων κέχρηται. τὰ μὲν [p. 239] γὰρ ὥπλισται κέρασι καὶ ὀδοῦσι καὶ κέντροις, ‘αὐτὰρ ἐχίνοις6 φησὶν Ἐμπεδοκλῆς 7
ὀξυβελεῖς χαῖται νώτοις ἐπιπεφρίκασι,
τὰ δ᾽ ὑποδέδεται καὶ ἠμφίεσται φολίσι καὶ λάχναις καὶ χηλαῖς καὶ ὁπλαῖς ἀποκρότοις: μόνος δ᾽᾽ ἄνθρωπος κατὰ τὸν Πλάτωνα 8γυμνὸς καὶ ἄοπλος καὶ ἀνυπόδητος 9 καὶ ἄστρωτοςὑπὸ τῆς φύσεως; ἀπολέλειπται.
ἀλλ᾽ ἓν διδοῦσα πάντα μαλθάσσει τάδε,
10
τὸν λογισμὸν καὶ τὴν ἐπιμέλειαν καὶ τὴν πρόνοιαν.
βραχὺ μὲν σθένος; ἀνέρος: ἀλλὰ
11 ποικιλίᾳ πραπίδων
δεινὰ μὲν φῦλα 12 πόντου
χθονίων τ̓ ἀερίων τε
δάμναται βουλεύματα.
κουφότατον ἵπποι καὶ ὠκύτατον, ἀνθρώπῳ δὲ θέουσι: μάχιμον κύων καὶ θυμοειδές, ἀλλ᾽ ἄνθρωπον φυλάττει: ἡδύτατον ἰχθὺς καὶ πολύσαρκον ὗς, ἀνθρώπῳ 13 δὲ τροφὴ καὶ ὄψον ἐστί. τί μεῖζον ἐλέφαντος; φοβερώτερον ἰδεῖν; ἀλλὰ καὶ τοῦτο 14 παίγνιον γέγονεν ἀνθρώπου καὶ θέαμα πανηγυρικόν, ὀρχήσεις τε μανθάνει καὶ χορείας καὶ προσκυνήσεις, οὐκ ἀχρήστως τῶν τοιούτων παρεισαγομένων, ἀλλ᾽ ἵνα μανθάνωμεν ποῖ 15 τὸν ἄνθρωπον φρόνησις αἴρει καὶ [p. 240] τίνων ὑπεράνω ποιεῖ, καὶ πῶς κρατεῖ πάντων καὶ περίεστιν.
οὐ γὰρ πυγμάχοι εἰμὲν ἀμύμονες οὐδὲ παλαισταί,
16 οὐδὲ ποσὶ κραιπνῶς θέομεν,
ἀλλ᾽ ἐν πᾶσι τούτοις ἀτυχέστεροι τῶν θηρίων ἐσμέν: ἐμπειρίᾳ δὲ καὶ μνήμῃ καὶ σοφίᾳ καὶ τέχνῃ κατ᾽ Ἀναξαγόραν σφῶν 17 τ᾽ αὐτῶν χρώμεθα καὶ βλίττομεν καὶ ἀμέλγομεν καὶ φέρομεν καὶ ἄγομεν συλλαμβάνοντες, ὥστ᾽, ἐνταῦθα τῆς τύχης πάντα 1 τῆς εὐβουλίας εἶναι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: