ταῖς Λυσάνδρου θυγατράσιν ὁ τύραννος ὁ Σικελικὸς ἱμάτια καὶ πλόκια τῶν πολυτελῶν ἔπεμψεν ὁ δὲ Λύσανδρος οὐκ ἔλαβεν εἰπών ‘ ταῦτα τὰ κόσμια καταισχυνεῖ μου μᾶλλον ἢ κοσμήσει τὰς θυγατέρας.’ πρότερος δὲ Λυσάνδρου Σοφοκλῆς 1 τοῦτ᾽ εἶπεν
οὐ κόσμος, οὔκ, ὦ τλῆμον, ἀλλ᾽ ἀκοσμία‘ κόσμος γάρ ἐστιν,’ ὡς ἔλεγε Κράτης, ‘τὸ κοσμοῦν’ κοσμεῖ δὲ τὸ κοσμιωτέραν τὴν γυναῖκα ποιοῦν. ποιεῖ δὲ τοιαύτην οὔτε χρυσὸς οὔτε σμάραγδος οὔτε κόκκος, ἀλλ᾽ ὅσα σεμνότητος εὐταξίας αἰδοῦς ἔμφασιν περιτίθησιν.
φαίνοιτ᾽ ἂν εἶναι σῶν τε μαργότης φρενῶν