previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


φοβουμένη γελάσαι πρὸς τὸν ἄνδρα καὶ παῖξαί 1 τι , μὴ φανῇ θρασεῖα καὶ ἀκόλαστος, οὐδὲν διαφέρει τῆς ἵνα μὴ δοκῇ μυρίζεσθαι τὴν κεφαλὴν μηδ᾽ ἀλειφομένης, καὶ ἵνα μὴ φυκοῦσθαι τὸ πρόσωπον νιπτομένης;. ὁρῶμεν δὲ καὶ ποιητὰς καὶ ῥήτορας, ὅσοι φεύγουσι τὸ περὶ τὴν λέξιν ὀχλικὸν καὶ ἀνελεύθερον καὶ κακόζηλον, τοῖς πράγμασι καὶ ταῖς οἰκονομίαις καὶ τοῖς ἤθεσιν ἄγειν καὶ κινεῖν τὸν ἀκροατὴν φιλοτεχνοῦντας. διὸ δεῖ καὶ τὴν οἰκοδέσποιναν ὅτι πᾶν τὸ περιττὸν καὶ ἑταιρικὸν καὶ πανηγυρικόν, εὖ ποιοῦσα, φεύγει καὶ παραιτεῖται, μᾶλλον φιλοτεχνεῖν ἐν ταῖς ἠθικαῖς καὶ βιωτικαῖς χάρισι πρὸς τὸν ἄνδρα, τῷ καλῷ μεθ᾽ ἡδονῆς συνεθίζουσαν αὐτόν; ἂν δ᾽ ἄρα φύσει τις αὐστηρὰ καὶ ἄκρατος γένηται καὶ ἀνήδυντος, εὐγνωμονεῖν δεῖ τὸν ἄνδρα, καὶ καθάπερ Φωκίων, τοῦ Ἀντιπάτρου πρᾶξιν αὐτῷ προστάττοντος οὐ καλὴν οὐδὲ πρέπουσαν, εἶπενοὐ δύνασαί μοι καὶ φίλῳ χρῆσθαι καὶ κόλακι,’ οὕτω λογίζεσθαι περὶ τῆς σώφρονος καὶ αὐστηρᾶς γυναικὸςοὐ δύναμαι αὐτῇ καὶ ὡς γαμετῇ καὶ ὡς ἑταίρᾳ συνεῖναι

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: