Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τρυφῶντας. καὶ τούτων τοῖς μὲν ἡττηθεῖσι περιῆν
[p. 514] προσυβρίσθαι καὶ γεγονέναι καταγελάστους: τοῖς
δὲ νικήσασιν τρίπους ὑπῆρχεν, οὐκ ἀνάθημα τῆς νίκης, ὡς Δημήτριός φησιν, ἀλλ᾽ ἐπίσπεισμα τῶν ἐκκεχυμένων βίων καὶ τῶν ἐκλελοιπότων κενοτάφιον οἴκων. τοιαῦτα γὰρ τὰ ποιητικῆς τέλη καὶ λαμπρότερον οὐδὲν ἐξ αὐτῶν.
τοὺς δὲ στρατηγοὺς αὖ πάλιν ἐνθένδε
παριόντας σκοπῶμεν, ὧν παρερχομένων ὡς ἀληθῶς
‘εὐφημεῖν χρὴ κἀξίστασθαι’ τοὺς ἀπράκτους καὶ
ἀπολιτεύτους καὶ ἀστρατεύτους, ‘ὅστις’ ἄτολμος
πρὸς ἔργα τοιαῦτα ‘καὶ γνώμῃν μὴ καθαρεύει,’