Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ τὸν
θεόν: ἡ γὰρ οὖσα μαντικὴ καὶ διαμένουσα πᾶσίν ἐστιν ἱκανὴ καὶ
πάντας ἀποπέμπει τυγχάνοντας ὧν
χρῄζουσιν. ὥσπερ οὖν ἐννέα κήρυξιν ὁ Ἀγαμέμνων ἐχρῆτο, καὶ μόλις
κατεῖχε τὴν ἐκκλησίαν διὰ πλῆθος, ἐνταῦθα δ᾽ ὄψεσθε μεθ᾽ ἡμέρας
ὀλίγας ἐν τῷ θεάτρῳ μίαν φωνὴν ἐξικνουμένην εἰς πάντας: οὕτω τότε
πλείοσιν ἐχρῆτο φωναῖς πρὸς πλείονας ἡ
μαντικὴ , νῦν δὲ τοὐναντίον ἔδει θαυμάζειν τὸν θεόν, εἰ περιεώρα τὴν
μαντικὴν ἀχρήστως δίκην ὕδατος ἀπορρέουσαν ἢ καθάπερ αἱ πέτραι
ποιμένων ἐν ἐρημίᾳ καὶ βοσκημάτων φωναῖς ἀντηχοῦσαν.’
εἰπόντος δὲ ταῦτα τοῦ Ἀμμωνίου κἀμοῦ σιωπῶντος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.