Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘Φίλιππε, μὴ λάθωμεν
ἀτόπους ὑποθέσεις καὶ μεγάλας τῷ λόγῳ
διδόντες.’
‘εὖ λέγεις’ ὁ Φίλιππος εἶπεν ‘ἀλλὰ τί μάλιστά σε δυσωπεῖ τῶν
ὑπὸ Κλεομβρότου τιθεμένων’ καὶ ὁ Ἡρακλέων ‘τὸ μὲν ἐφεστάναι
τοῖς χρηστηρίοις’ εἶπε ‘μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν
προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας
θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι τὸ δὲ τοῖς [p. 92]
δαίμοσι τούτοις μονονουχὶ δράγδην 1 λαμβάνοντας ἐκ τῶν ἐπῶν τῶν
Ἐμπεδοκλέους ἁμαρτίας καὶ ἄτας καὶ πλάνας θεηλάτους ἐπιφέρειν,
τελευτῶντας δὲ καὶ θανάτους ὥσπερ ἀνθρώπων ὑποτίθεσθαι, θρασύτερον
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.