Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ φιλοσόφων. ἐπεὶ δὲ μύθων καὶ λόγων ἀναμεμιγμένων κρατὴρ ἐν μέσῳ πρόκειται ῾ καὶ ποῦ τις ἂν 1
εὐμενεστέροις ἀκροαταῖς ἐπιτυχὼν ὥσπερ νομίσματα ξενικὰ τούτους
δοκιμάσειε τοὺς λόγους;᾿, οὐκ ὀκνῶ 2 χαρίζεσθαι βαρβάρου
διήγησιν ἀνδρός, ὃν πλάναις πολλαῖς καὶ μήνυτρα τελέσας μεγάλα, περὶ
τὴν Ἐρυθρὰν θάλασσαν ἀνθρώποις ἀνὰ πᾶν
ἔτος ἅπαξ ἐντυγχάνοντα τἄλλα δὲ συνόντα 3 νύμφαις νομάσι καὶ
δαίμοσιν, ὡς ἔφασκε, μόλις ἐξανευρὼν ἔτυχον λόγου καὶ φιλοφροσύνης.
κάλλιστος μὲν ἦν ὧν εἶδον ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.