previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὥσπερ οὖν ἐπὶ τοῦ Φιλίππου τις εἶπε κατασκάψαντος Ὄλυνθον, ‘ἀλλ᾽ οὐκ ἂν ἀνοικίσαι 1 γε πόλιν ἐκεῖνος δύναιτο τηλικαύτηνοὕτως ἔστιν εἰπεῖν πρὸς τὸν θυμὸνἀνατρέψαι μὲν δύνασαι καὶ διαφθεῖραι καὶ καταβαλεῖν, ἀναστῆσαι δὲ καὶ σῶσαι καὶ φείσασθαι καὶ καρτερῆσαι πραότητός ἐστι καὶ συγγνώμης καὶ μετριοπαθείας, καὶ Καμίλλου καὶ Μετέλλου καὶ Ἀριστείδου καὶ Σωκράτους: τὸ δ᾽ ἐμφῦναι καὶ δακεῖν μυρμηκῶδες καὶ μυῶδες.’ οὐ μὴν ἀλλὰ καὶ πρὸς ἄμυναν ἅμα σκοπῶν τὸν δι᾽ ὀργῆς; τρόπον ἄπρακτον εὑρίσκω τὰ πολλά, δήγμασι χειλῶν καὶ πρίσεσιν ὀδόντων καὶ κεναῖς ἐπιδρομαῖς καὶ βλασφημίαις ἀπειλὰς ἀνοήτους ἐχούσαις καταναλισκόμενον, εἶθ᾽ ὥσπερ ἐν τοῖς δρόμοις τὰ παιδία τῷ μὴ κρατεῖν ἑαυτῶν προκαταπίπτοντα τοῦ τέλους ἐφ᾽ σπεύδει γελοίως. ὅθεν οὐ φαύλως Ῥόδιος πρὸς [p. 193] ὑπηρέτην τοῦ Ῥωμαίων στρατηγοῦ βοῶντα καὶ θρασυνόμενονοὐ μέλει μοι τί σὺ λέγεις ἀλλὰ τί τῆνος σιγῇκαὶ τὸν, Νεοπτόλεμον Σοφοκλῆς καὶ τὸν Εὐρύπυλον ὁπλίσας
ἐκόμπασ᾽ ἀλοιδόρητα 2
3 φησίν
ἐρρηξάτην ἐς κύκλα χαλκέων ὅπλων.
τὸν μὲν γὰρ σίδηρον ἔνιοι τῶν βαρβάρων φαρμάσσουσιν, δ᾽ ἀνδρεία χολῆς οὐ δεῖται βέβαπται γὰρ ὑπὸ τοῦ λόγου: τὸ δὲ θυμικὸν καὶ μανικὸν εὐπερίθραυστόν ἐστι καὶ σαθρόν. ἀφαιροῦσι γοῦν αὐλοῖς τὸν θυμὸν οἱ Λακεδαιμόνιοι τῶν μαχομένων, καὶ Μούσαις πρὸ πολέμου θύουσιν ὅπως λόγος ἐμμένῃ: καὶ τρεψάμενοι τοὺς πολεμίους οὐ διώκουσιν, ἀλλ᾽ ἀνακαλοῦνται τὸν θυμόν, ὥσπερ τὰ σύμμετρα τῶν ἐγχειριδίων εὐανακόμιστον ὄντα καὶ ῥᾴδιον. ὀργὴ δὲ, μυρίους προανεῖλε τῆς ἀμύνης, ὡς Κῦρον καὶ Πελοπίδαν τὸν Θηβαῖον. Ἀγαθοκλῆς; δὲ πράως ἔφερε λοιδορούμενος ὑπὸ τῶν πολιορκουμένων: καί τινος εἰπόντοςκεραμεῦ, πόθεν ἀποδώσεις τοῖς ξένοις τὸν μισθὸν ;ἐπιγελάσας αἴκαταύταν ἐξέλωκαὶ τὸν Ἀντίγονον ἀπὸ τοῦ τείχους τινὲς εἰς ἀμορφίαν ἔσκωπτον: δὲ πρὸς αὐτοὺςκαὶ μὴν ἐδόκουν εὐπρόσωπος εἶναι.’ λαβὼν δὲ τὴν πόλιν ἐπίπρασκε τοὺς σκώπτοντας, μαρτυράμενος ὅτι πρὸς τοὺς δεσπότας ἕξει τὸν λόγον, ἂν πάλιν αὐτὸν λοιδορῶσιν. ὁρῶ δὲ [p. 194] καὶ κυνηγοὺς 4 σφαλλομένους ὑπ᾽ ὀργῆς μεγάλα καὶ ῥήτορας. 5 Ἀριστοτέλης 6 δ᾽ ἱστορεῖ Σατύρου 7 τοὺς φίλους ἐμφράξαι τὰ ὦτα κηρῷ δίκην ἔχοντος, ὅπως μὴ συγχέῃ τὸ πρᾶγμα διὰ θυμὸν ὑπὸ τῶν ἐχθρῶν λοιδορούμενος. αὐτοὺς δ᾽ ἡμᾶς οὐ πολλάκις ἐκφεύγει τὸ κολάσαι πλημμελήσαντα δοῦλον; 8 ἀποδιδράσκουσι γὰρ τὰς ἀπειλὰς καὶ τοὺς λόγους δείσαντες. ὅπερ οὖν αἱ τίτθαι πρὸς τὰ παιδία λέγουσιμὴ κλαῖε καὶ λήψῃ,'’ τοῦτο πρὸς τὸν θυμὸν οὐκ ἀχρήστως λεκτέονμὴ σπεῦδε μηδὲ βόα μηδ᾽ ἐπείγου, καὶ μᾶλλον θέλεις γενήσεται καὶ βέλτιονκαὶ γὰρ παῖδ᾽ ἰδὼν πατὴρ ἐπιχειροῦντά τι σιδηρίῳ διελεῖν τεμεῖν, αὐτὸς λαβὼν τὸ σιδήριον ἐποίησε: καὶ τοῦ θυμοῦ τὴν τιμωρίαν παρελόμενος 9 αὐτὸς ἀσφαλῶς καὶ ἀβλαβῶς καὶ ὠφελίμως ἐκόλασε τὸν ἄξιον οὐχ ἑαυτὸν ὥσπερ θυμούμενος ἀντ᾽ ἐκείνου πολλάκις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: