previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

αὕτη μὲν οὖν ἴσως οὐκ ὀργῆς ἰατρεία φανεῖται, διάκρουσις δὲ καὶ φυλακὴ τῶν ἐν ὀργῇ τινος ἁμαρτημάτων. καίτοι καὶ σπληνὸς οἴδημα σύμπτωμα μέν ἐστι πυρετοῦ πραϋνόμενον δὲ κουφίζει τὸν [p. 198] πυρετόν, ὥς φησιν Ἱερώνυμος. ἀλλ᾽ αὐτῆς γε τῆς ὀργῆς ἀναθεωρῶν τήν γένεσιν ἄλλους ὑπ᾽ ἄλλων αἰτιῶν ἐμπίπτοντας εἰς αὐτὴν ἑώρων, οἷς ἐπιεικῶς ἅπασι τοῦ καταφρονεῖσθαι καὶ ἀμελεῖσθαι παραγίγνεται. διὸ καὶ τοῖς παραιτουμένοις δεῖ βοηθεῖν πορρωτάτω τὴν πρᾶξιν ὀλιγωρίας ἀπάγοντας καὶ θρασύτητος, εἰς ἄγνοιαν 1 ἀνάγκην πάθος δυστυχίαν τιθεμένους ὡς Σοφοκλῆς 2
ἀλλ᾽ οὐ γάρ, 'ναξ, οὐδ᾽ ὃς ἂν βλάστῃ μένει
νοῦς τοῖς κακῶς πράξασιν, ἀλλ᾽ ἐξίσταται.
καὶ τῆς Βρισηΐδος τὴν ἀφαίρεσιν εἰς τὴν Ἄτην ἀναφέρων Ἀγαμέμνων, ὅμως
ἂψ ἐθέλει ἀρέσαι, δόμεναὶ τ᾽ ἀπερείσι᾽ ἄποινα. 3
καὶ γὰρ τὸ δεῖσθαι τοῦ μὴ καταφρονοῦντός ἐστι, καὶ ταπεινὸς; φανεὶς ἀδικήσας ἔλυσε τὴν τῆς ὀλιγωρίας δόξαν. οὐ δεῖ δὲ ταῦτα περιμένειν τὸν ὀργιζόμενον, ἀλλὰ τὸ τοῦ Διογένουςοὗτοί σου καταγελῶσιν Διόγενες:’ ‘ἐγὼ δ᾽ οὐ καταγελῶμαιλαμβάνειν ἐν ἑαυτῷ, καὶ καταφρονεῖσθαι μὴ νομίζειν ἀλλὰ μᾶλλον ἐκείνου καταφρονεῖν, ὡς δι᾽ ἀσθένειαν πλημμέλειαν 4 προπέτειαν ῥᾳθυμίαν ἀνελευθερίαν γῆρας νεότητα πλημμελοῦντος. οἰκέταις δὲ καὶ φίλοις ἀφετέον τὸ τοιοῦτο παντάπασιν. οὐ γὰρ ὡς ἀδυνάτων οὐδ᾽ ὡς ἀπράκτων, ἀλλὰ δι᾽ ἐπιείκειαν δι᾽ εὔνοιαν οἱ μὲν ὡς χρηστῶν οἱ δ᾽ ὡς φιλούντων καταφρονοῦσι: νυνὶ δ᾽ οὐ μόνον πρὸς [p. 199] γυναῖκα καὶ δούλους καὶ φίλους ὡς καταφρονούμενοι τραχέως ἔχομεν, ἀλλὰ καὶ πανδοκεῦσι καὶ ναύταις καὶ ὀρεωκόμοις μεθύουσι πολλάκις ὑπ᾽ ὀργῆς συμπίπτομεν οἰόμενοι καταφρονεῖσθαι , καὶ κυσὶν ὑλακτοῦσι καὶ ὄνοις ἐμβάλλουσι χαλεπαίνομεν ὡς ἐκεῖνος βουλόμενος τύπτειν τὸν ὀνηλάτην, εἶτ᾽ ἀνακραγόντος ὅτιἈθηναῖός εἰμι,'’ ‘σὺ δὲ μὲν 5 οὐκ εἶ Ἀθηναῖοςτὸν ὄνον λέγων ἔτυπτε καὶ πολλὰς ἐνεφόρει πληγάς;.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: