previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν τάς γε συνεχεῖς καὶ πυκνὰς καὶ κατὰ μικρὸν ἐν τῇ ψυχῇ συλλεγομένας ὀργὰς μάλιστα φιλαυτία καὶ δυσκολία μετὰ τρυφῆς, καὶ μαλακίας οἷον σμῆνος σφηκιὰν ἡμῖν ἐντίκτουσι. διὸ μεῖζον οὐδὲν εὐκολίας καὶ ἀφελείας ἐφόδιον εἰς πραότητα πρὸς οἰκέτας καὶ γυναῖκα καὶ φίλους τῷ δυναμένῳ συμφέρεσθαι τοῖς παροῦσι καὶ μὴ δεομένῳ πολλῶν καὶ περιττῶν
δ᾽ οὔτ᾽ ἄγαν ὀπτοῖσιν οὔθ᾽ ἑφθοῖς ἄγαν,
1 οὔθ᾽ ἧττον οὔτε μᾶλλον οὔτε διὰ 2 μέσου
ἠρτυμένοισι χαίρων ὥστ᾽ ἐπαινέσαι
χιόνος δὲ μὴ παρούσης οὐκ ἂν πιὼν, οὐδ᾽ 3 ἄρτον ἐξ ἀγορᾶς φαγὼν οὐδ᾽ ὄψου γευσάμενος ἐν λιτοῖς κεραμεοῖς σκεύεσιν, οὐδὲ κοιμηθεὶς ἐπὶ στρωμνῆς μὴ οἰδούσης μηδ᾽ ὥσπερ θαλάττης διὰ 4 βάθους κεκινημένης, ῥάβδοις δὲ καὶ πληγαῖς τοὺς περὶ τράπεζαν ὑπηρέτας ἐπιταχύνων μετὰ δρόμου καὶ βοῆς καὶ [p. 200] ἱδρῶτος, ὥσπερ φλεγμοναῖς καταπλάσματα κομίζοντας, ἀσθενεῖ καὶ φιλαιτίῳ καὶ μεμψιμοίρῳ δουλεύων διαίτῃ, καθάπερ ὑπὸ βηχὸς ἐνδελεχοῦς προσκρουμάτων 5 πολλῶν ἔλαθεν ἑλκώδη καὶ καταρροϊκὴν διάθεσιν περὶ τὸ θυμοειδὲς ἀπεργασάμενος. ἐθιστέον οὖν τὸ σῶμα δι᾽ εὐτελείας πρὸς εὐκολίαν αὔταρκες ἑαυτῷ γιγνόμενον: οἱ γὰρ ὀλίγων δεόμενοι πολλῶν οὐκ ἀποτυγχάνουσι. καὶ δεινὸν οὐδὲν ἀρξαμένους 6 ἀπὸ τῆς τροφῆς σιωπῇ χρήσασθαι τοῖς παρατυγχάνουσι, καὶ μὴ πολλὰ χολουμένους 7 καὶ δυσκολαίνοντας ἀτερπέστατον ὄψον ἐμβαλεῖν ἑαυτοῖς καὶ φίλοις τὴν ὀργήν:
δόρπου δ᾽ οὐκ ἄν πως ἀχαρίστερον ἄλλο γένοιτο:
8 διὰ πρόσκαυσιν καπνὸν ἁλῶν ἔνδειαν ψυχρότερον ἄρτον οἰκετῶν τυπτομένων καὶ λοιδορουμένης γυναικός. Ἀρκεσιλάου δὲ μετὰ ξένων τινῶν ἑστιῶντος: τοὺς φίλους παρετέθη τὸ δεῖπνον, ἄρτοι δ᾽ οὐκ ἦσαν ἀμελησάντων πρίασθαι τῶν παίδων. ἐφ᾽ τίς οὐκ ἂν ἡμῶν διέστησε τοὺς τοίχους κεκραγώς; δὲ μειδιάσαςοἷόν ἐστινἔφητὸ συμποτικὸν εἶναι τὸν σοφόντοῦ δὲ Σωκράτους ἐκ παλαίστρας παραλαβόντος . τὸν Εὐθύδημον, Ξανθίππη μετ᾽ ὀργῆς ἐπιστᾶσα καὶ λοιδορηθεῖσα τέλος ἀνέτρεψε τὴν τράπεζαν, δ᾽ Εὐθύδημος ἐξαναστὰς ἀπῄει περίλυπος γενόμενος: καὶ Σωκράτηςπαρὰ σοὶ δ᾽εἶπεν [p. 201]οὐ πρῴην ὄρνις τις εἰσπτᾶσα ταὐτὸ τοῦτ᾽ ἐποίησεν, ἡμεῖς δ᾽ οὐκ ἠγανακτήσαμεν;’ δεῖ γὰρ σὺν εὐκολίᾳ καὶ γέλωτι καὶ φιλοφροσύνῃ τοὺς φίλους δέχεσθαι, μὴ τὰς ὀφρῦς συνάγοντας μηδὲ φρίκην καὶ τρόμον ἐμβάλλοντας τοῖς ὑπηρετοῦσιν. ἐθιστέον δὲ καὶ σκεύεσιν εὐκόλως ὁμιλεῖν ἅπασι καὶ μὴ τῷδε μᾶλλον τῷδε χρῆσθαι: καθάπερ ἔνιοι πολλῶν παρόντων ἓν ἐξελόμενοι κανθάριον, ὡς Μάριον ἱστοροῦσιν, ῥυτὸν οὐκ ἂν ἑτέρῳ πίοιεν. οὕτω δὲ καὶ πρὸς ληκύθους ἔχουσιν καὶ πρὸς στλεγγίδας, ἀγαπῶντες ἐκ πασῶν μίαν: εἶθ᾽ ὅταν συντριβῇ τι τούτων ἀπόληται, βαρέως φέρουσι καὶ κολάζουσι. ἀφεκτέον οὖν τῷ πρὸς ὀργὴν φαύλως ἔχοντι τῶν σπανίων καὶ περιττῶν, οἷον ἐκπωμάτων καὶ σφραγίδων καὶ λίθων πολυτελῶν: ἐξίστησι γὰρ ἀπολλύμενα μᾶλλον τῶν εὐπορίστων καὶ συνήθων. διὸ καὶ τοῦ Νέρωνος ὀκτάγωνόν τινα σκηνὴν ὑπερφυὲς κάλλει καὶ πολυτελείᾳ θέαμα κατασκευάσαντος, ‘ἤλεγξαςἔφη Σενέκαςπένητα σεαυτόν: ἐὰν γὰρ ταύτην ἀπολέσῃς, ἑτέραν οὐ κτήσῃ τοιαύτηνκαὶ μέντοι καὶ συνέπεσε τοῦ πλοίου καταδύντος ἀπολέσθαι τὴν σκηνήν: δὲ Νέρων ἀναμνησθεὶς τοῦ Σενέκα μετριώτερον ἤνεγκεν., δὲ πρὸς; τὰ πράγματ᾽ εὐκολία καὶ πρὸς οἰκέτας εὔκολον ποιεῖ καὶ πρᾶον: εἰ δὲ πρὸς οἰκέτας, δῆλον ὅτι καὶ πρὸς φίλους καὶ πρὸς ἀρχομένους. ὁρῶμεν δὲ καὶ δούλους νεωνήτους περὶ τοῦ πριαμένου πυνθανομένους, οὐκ εἰ δεισιδαίμων οὐδ᾽ εἰ φθονερὸς ἀλλ᾽ εἰ θυμώδης καὶ ὅλως σὺν ὀργῇ μηδὲ σωφροσύνην ἄνδρας γυναικῶν μηδ᾽ ἔρωτα [p. 202] γυναῖκας ἀνδρῶν ὑπομένειν δυναμένας μηδὲ συνήθειαν ἀλλήλων φίλους. οὕτως οὔτε γάμος οὔτε φιλία μετ᾽ ὀργῆς ἀνεκτόν, ἀλλὰ χωρὶς ὀργῆς καὶ μέθη κοῦφόν ἐστιν: γὰρ τοῦ θεοῦ νάρθηξ ἱκανὸς κολαστὴς τοῦ μεθύοντος, ἂν μὴ προσγενόμενος θυμὸς ὠμηστὴν καὶ μαινόλην ἀντὶ λυαίου καὶ χορείου ποιήσῃ τὸν ἄκρατον. καὶ τὴν μανίαν αὐτὴν καθ᾽ αὑτὴν Ἀντίκυρα θεραπεύει, μιχθεῖσα δ᾽ ὀργῇ τραγῳδίας ποιεῖ καὶ μύθους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: