previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεῖ δὲ μήτε παίζοντας αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ: μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται: μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι: μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτ᾽ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον: μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις: ὡς Πρίαμος
ἔρρετε, λωβητῆρες, ἐλεγχέες: οὔ νυ καὶ ὑμῖν 1
ἔστι 2 γόος, ὅτι μ᾽ ἤλθετε κηδήσοντες;
δ᾽ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δ᾽ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης: ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντοςἀπολοίμην, εἰ μή σε τιμωρησαίμην:’ ‘ἐγὼ δέφήσαςἀπολοίμην, εἰ μή σε πείσαιμιδιέτρεψε παραχρῆμα καὶ μετέθηκε. πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου [p. 203] φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δ᾽ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν: ἡσθεὶς οὖν ἄνθρωποςμὴ οὕτωςεἶπεν Πολέμων, ἀλλ᾽ ὑπ᾽ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται δ᾽ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος Ἀρίστιππε, ποῦ ὑμῶν φιλία;’ ‘καθεύδειφησὶνἐγὼ δ᾽ αὐτὴν ἐγερῶ:’ καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπενοὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν ;’ δ᾽ Αἰσχίνηςοὐδένἔφηθαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες.’
καὶ γὰρ κάπρον φριξαύχεν᾽ οὐ μόνον γυνή, 3
παῖς δ᾽ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ
κλίναι 4 παλαιστοῦ παντὸς εὐμαρέστερον.
ἀλλ᾽ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπ᾽ ὀργῆς: οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν, ἀλλ᾽ 5 ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δ᾽ ἐλευθεριότητα τὸ δ᾽ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.

1 Hom. Ω 239

2 ἔστι] οἴκοι ἔνεστι Homerus

3 Nauck. p. 912

4 κλίνοι idem

5 ἀλλ᾽] del. R

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: