previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καίτοι, καθάπερ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων [p. 204] ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν πανσπερμία τις θυμὸς εἶναι: καὶ γὰρ λύπης ἀπέσπασται 1 καὶ ἡδονῆς καὶ ὕβρεως: καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν: ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον: ἐπιθυμίας δ᾽ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶπηλόνὣς τις εἶπενοἴνου καὶ σπαράγματα στεφάνωνκαὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους: τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις:
ἀεὶ δ᾽ ἀοιδῶν μοῦνος ἐν στέγαις
2 ὀργίλου ἀνδρός 3
κωκυτὸς ἐμπέπτωκε,
μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: