previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπὶ τοὺς παλαιοὺς; ἀνάγαγε τὸν λόγον, ὧν ταῖς μὲν τεκεῖν πρώταις, τοῖς δ᾽ ἰδεῖν συνέβη τικτόμενον βρέφος: οὔτε νόμος ἦν ἐκείνοις τεκνοτροφεῖν προστάττων οὔτε προσδοκία χάριτος τροφείωνἐπὶ [p. 287] νέοις δανειζομένων1 χαλεπὰς δὲ μᾶλλον εἴποιμ᾽ ἂν εἶναι καὶ μνησικάκους τὰς τεκούσας τοῖς βρέφεσι, κινδύνων τε μεγάλων καὶ πόνων αὐταῖς γιγνομένων:
ὡς δ᾽ ὅταν ὠδίνουσαν ἔχῃ βέλος ὀξὺ γυναῖκα 2
δριμύ, τό τε προϊεῖσι μογοστόκοι Εἰλείθυιαι,
Ἥρης θυγατέρες, πικρὰς ὠδῖνας ἔχουσαι.
ταῦτ᾽ οὐχ Ὅμηρον αἱ γυναῖκες; ἀλλ᾽ Ὁμηρίδα γράψαι λέγουσι τεκοῦσαν τίκτουσαν ἔτι καὶ τὸ μῖγμα 3 τῆς ἀλγηδόνος ὁμοῦ πικρὸν καὶ ὀξὺ γιγνόμενον ἐν τοῖς σπλάγχνοις ἔχουσαν. ἀλλὰ τὸ φύσει φιλόστοργον ἔκαμπτε καὶ ἦγεν: 4 ἔτι θερμὴ καὶ διαλγὴς καὶ κραδαινομένη τοῖς πόνοις οὐχ ὑπερέβη τὸ νήπιον οὐδ᾽ ἔφυγεν, ἀλλ᾽ ἐπεστράφη καὶ προσεμειδίασε καὶ ἀνείλετο καὶ ἠσπάσατο, μηδὲν ἡδὺ καρπουμένη μηδὲ χρήσιμον ἀλλ᾽ ἐπιπόνως καὶ ταλαιπώρως 5 ἀναδεχομένη τῶν σπαργάνων
ἐρειπίοις
θάλπουσα καὶ ψύχουσα, καὶ πόνῳ πόνον
6 ἐκ νυκτὸς ἀλλάσσουσα τὸν μεθ᾽ 7 ἡμέραν.
τίνων ταῦτα μισθῶν χρειῶν ἐκείνοις; ἀλλ᾽ οὐδὲ τοῖς νῦν: αἱ γὰρ ἐλπίδες ἄδηλοι καὶ μακραί. ἄμπελον ἰσημερίας ἐαρινῆς σκάψας μετοπωρινῆς ἐτρύγησε, πυρὸν ἔσπειρε δυομένης Πλειάδος εἶτ᾽ ἀνατελλούσης θερίζει, βόες καὶ ἵπποι καὶ ὄρνιθες ἕτοιμα τίκτουσιν ἐπὶ τὰς χρείας ἀνθρώπου δ᾽ μὲν ἐκτροφὴ πολύπονος δ᾽ αὔξησις βραδεῖα, τῆς δ᾽ ἀρετῆς [p. 288] μακρὰν οὔσης προαποθνῄσκουσιν οἱ πλεῖστοι πατέρες. οὐκ ἐπεῖδε τὴν Σαλαμῖνα Νεοκλῆς τὴν Θεμιστοκλέους οὐδὲ τὸν Εὐρυμέδοντα Μιλτιάδης τὸν Κίμωνος οὐδ᾽ ἤκουσε Περικλέους Ξάνθιππος δημηγοροῦντος οὐδ᾽ Ἀρίστων Πλάτωνος φιλοσοφοῦντος, οὐδ᾽ Εὐριπίδου καὶ Σοφοκλέους νίκας οἱ πατέρες ἔγνωσαν ψελλιζόντων καὶ συλλαβιζόντων ἠκροῶντο καὶ κώμους καὶ πότους καὶ ἔρωτας αὐτῶν οἷα νέοι 8 πλημμελούντων ἐπεῖδον: ὥστ᾽ ἐπαινεῖσθαι καὶ μνημονεύεσθαι τοῦ Εὐήνου τοῦτο μόνον, ὧν 9 ἐπέγραψεν,
δέος 10 λύπη παῖς: πατρὶ πάντα χρόνον
ἀλλ᾽ ὅμως οὐ παύονται παῖδας τρέφοντες μάλιστα δ᾽ οἱ παίδων ἥκιστα δεόμενοι. γελοῖον γάρ, εἴ τις οἴεται τοὺς πλουσίους θύειν καὶ χαίρειν γενομένων αὐτοῖς τέκνων, ὅτι τοὺς θρέψοντας ἕξουσι καὶ τοὺς θάψοντας: εἰ μὴ νὴ Δία κληρονόμων ἀπορίᾳ παῖδας τρέφουσιν: οὐ γὰρ ἔστιν εὑρεῖν οὐδ᾽ ἐπιτυχεῖν τοῦ τἀλλότρια βουλομένου λαμβάνειν.
ψάμμος κόνις πτερὰ ποικιλοθρόων οἰωνῶν 11
τόσσον οὐκ ἂν χεύαιτ᾽ 12 ἀριθμόν
ὅσος ἐστὶν τῶν κληρονομούντων.
Δαναὸς πεντήκοντα θυγατέρων πατήρ 13
εἰ 14 ἄτεκνος ἦν, πλείονας ἂν εἶχε κληρονομοῦντας καὶ οὐχ ὁμοίως. 15 οἱ μὲν γὰρ παῖδες; χάριν οὐδεμίαν [p. 289] ἔχουσιν οὐδ᾽ ἕνεκα τούτου θεραπεύουσιν οὐδὲ τιμῶσιν, ὡς ὀφείλημα τὸν κλῆρον ἐκδεχόμενοι: τῶν δ᾽ ἀλλοτρίων περὶ τὸν ἄτεκνον φωνὰς ἀκούεις ταῖς κωμικαῖς ἐκείναις ὁμοίας,
Δῆμε, λοῦσαι 16 πρῶτον ἐκδικάσας μίαν,
17 ἔνθου, ῥόφησον, ἔντραγ᾽ , ἔχε 18 τριώβολον.
τὸ δ᾽ ὑπὸ τοῦ Εὐριπίδου λεγόμενον
τὰ χρήματ᾽ ἀνθρώποισιν εὑρίσκειν 19 φίλους
20 δύναμίν τε πλείστην τῶν ἐν ἀνθρώποις ἔχειν,
οὐχ ἁπλῶς ἀληθές, ἀλλ᾽ ἐπὶ τῶν ἀτέκνων τούτους οἱ πλούσιοι δειπνίζουσιν, οἱ ἡγεμόνες θεραπεύουσιν, οἱ ῥήτορες μόνοις τούτοις 21 προῖκα συνηγοροῦσιν.
ἰσχυρόν ἐστι πλούσιος ἀγνοούμενον
22 ἔχων κληρονόμον.
πολλοὺς γοῦν πολυφίλους καὶ πολυτιμήτους ὄντας ἓν παιδίον γενόμενον ἀφίλους καὶ ἀδυνάτους ἐποίησεν. ὅθεν οὐδὲ πρὸς δύναμιν οὐδέν ἐστιν ὠφέλιμον ἀπὸ τῶν τέκνων, ἀλλὰ τῆς φύσεως τὸ πᾶν κράτος οὐχ ἧττον ἐν ἀνθρώποις θηρίοις.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (W. C. Helmbold, 1939)
load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: