previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

διὸ καὶ χρήσιμον ὡς ἔνι μάλιστα πρὸς τὴν 1 ἀποτροπὴν τοῖς πολυπράγμοσιν τῶν προεγνωσμένων ἀνάμνησις. ἂν γάρ , ὥσπερ Σιμωνίδης ἔλεγε τὰς κιβωτοὺς ἀνοίγων διὰ χρόνου τὴν μὲν τῶν μισθῶν ἀεὶ μεστὴν τὴν δὲ τῶν χαρίτων εὑρίσκειν ἀεὶ κενήν, οὕτως; ἄν τις 2 τῆς πολυπραγμοσύνης τὴν ἀποθήκην ἀνοίγῃ διὰ χρόνου καὶ κατασκέπτηται πολλῶν ἀχρήστων καὶ ματαίων καὶ ἀτερπῶν γέμουσαν, ἴσως ἂν αὐτῷ τὸ πρᾶγμα προσσταίη, φανὲν ἀηδὲς παντάπασι καὶ φλυαρῶδες. φέρε γάρ, εἴ τις ἐπιὼν τὰ συγγράμματα τῶν παλαιῶν ἐκλαμβάνοι τὰ κάκιστα τῶν ἐν αὐτοῖς, καὶ βιβλίον ἔχοι συντεταγμένον, οἷον Ὁμηρικῶν στίχων ἀκεφάλων καὶ τραγικῶν σολοικισμῶν καὶ τῶν ὑπ᾽ Ἀρχιλόχου πρὸς τὰς γυναῖκας ἀπρεπῶς καὶ ἀκολάστως εἰρημένων, ἑαυτὸν παραδειγματίζοντος: ἆρ᾽ οὐκ ἔστι τῆς τραγικῆς κατάρας ἄξιος,
ὄλοιο θνητῶν ἐκλέγων τὰς συμφοράς;
3 καὶ ἄνευ δὲ τῆς κατάρας ἀπρεπὴς καὶ ἀνωφελὴς θησαυρὸς αὐτοῦ τῶν ἀλλοτρίων ἁμαρτημάτων ὥσπερ πόλις, ἣν ἐκ τῶν κακίστων καὶ [p. 347] ἀναγωγοτάτων οἰκίσας Φίλιππος Πονηρόπολιν προσηγόρευσεν. οἱ τοίνυν πολυπράγμονες οὐ στίχων οὐδὲ ποιημάτων, ἀλλὰ βίων ἀστοχήματα καὶ πλημμελήματα καὶ σολοικισμοὺς ἀναλεγόμενοι καὶ συνάγοντες, ἀμουσότατον καὶ ἀτερπέστατον κακῶν γραμματοφυλακεῖον τὴν ἑαυτῶν μνήμην περιφέρουσιν. ὥσπερ οὖν ἐν Ῥώμῃ τινὲς τὰς γραφὰς καὶ τοὺς ἀνδριάντας καὶ νὴ Δία τὰ κάλλη τῶν ὠνίων παίδων καὶ γυναικῶν ἐν μηδενὶ λόγῳ τιθέμενοι, περὶ τὴν τῶν τεράτων ἀγορὰν ἀναστρέφονται, τοὺς ἀκνήμους καὶ τοὺς γαλεάγκωνας καὶ τοὺς τριοφθάλμους καὶ τοὺς στρουθοκεφάλους καταμανθάνοντες καὶ ζητοῦντες εἴ τι γεγένηται
σύμμικτον εἶδος κἀποφώλιον 4 τέρας: 5 6
ἀλλ᾽ ἐὰν συνεχῶς τις ἐπάγῃ τοῖς τοιούτοις αὐτοὺς θεάμασι, ταχὺ πλησμονὴν καὶ ναυτίαν τὸ πρᾶγμα παρέξει: οὕτως οἱ τὰ περὶ τὸν βίον ἀστοχήματα καὶ γενῶν αἴσχη καὶ διαστροφάς τινας ἐν οἴκοις ἀλλοτρίοις καὶ πλημμελείας πολυπραγμονοῦντες, τῶν πρώτων ἀναμιμνησκέτωσαν ἑαυτοὺς ὅτι χάριν καὶ ὄνησιν οὐδεμίαν ἤνεγκε.

1 τὴν] τὴν τοῦ πάθους R. malim τὴν ἀπὸ τοῦ πάθους

2 τις Huttenus

3 Nauck. p. 913

4 καὶ ἀποφώλιον codd. mei

5 τέρας] τρέφος Nauckius. cf. Vit. Thes. c. 15

6 Nauck. p. 680

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load focus English (W. C. Helmbold, 1939)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: