previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

πάλιν Πλάτων 1 Ἑλίκωνι τῷ Κυζικηνῷ διδοὺς πρὸς Διονύσιον ἐπιστολὴν ἐπῄνεσεν αὐτὸν ὡς [p. 380] ἐπιεικῆ καὶ μέτριον, εἶτα προσέγραψε τῇ ἐπιστολῇ τελευτώσῃγράφω δέ σοι ταῦτα περὶ ἀνθρώπου, ζῴου φύσει εὐμεταβόλουΞενοκράτης δὲ καίπερ αὐστηρὸς ὢν τὸν τρόπον ὅμως ὑπὸ δυσωπίας ἐκάμφθη, καὶ συνέστησε Πολυσπέρχοντι δι᾽ ἐπιστολῆς ἄνθρωπον οὐ χρηστόν, ὡς τὸ ἔργον ἔδειξε: δεξιωσαμένου δ᾽ αὐτὸν τοῦ Μακεδόνος καὶ πυθομένου μή τινος ἔχοι χρείαν, ᾔτησε τάλαντον: δ᾽ ἐκείνῳ μὲν ἔδωκε Ξενοκράτει δ᾽ ἔγραψε, παραινῶν ἐπιμελέστερον τὸ λοιπὸν ἐξετάζειν οὓς συνίστησιν. μὲν οὖν Ξενοκράτης ἠγνόησεν, ἡμεῖς δὲ καὶ πάνυ πολλάκις ἐπιστάμενοι τοὺς πονηροὺς καὶ γράμματα καὶ χρήματα προϊέμεθα, βλάπτοντες ἑαυτούς, οὐ μεθ᾽ ἡδονῆς ὥσπερ οἱ ταῖς ἑταίραις χαριζόμενοι καὶ τοῖς κόλαξιν, ἀλλὰ δυσχεραίνοντες καὶ βαρυνόμενοι τὴν ἀναίδειαν ἀνατρέπουσαν ἡμῶν καὶ καταβιαζομένην τὸν λογισμόν. εἰ γὰρ πρὸς ἄλλο τι καὶ πρὸς τοὺς δυσωποῦντας ἔξεστιν εἰπεῖν τὸ
μανθάνω μὲν οἷα δρᾶν μέλλω κακά
2 τὰ ψευδῆ μαρτυρῶν τὰ μὴ δίκαια κρίνων τὰ μὴ συμφέροντα χειροτονῶν δανειζόμενος ὑπὲρ τοῦ μὴ ἀποδώσοντος.

1 Πλάτων] Epist. 13, 360d

2 Eur. Med. 1078

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: