previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

καὶ μὴν ἐάνπερ δυσωπῶν ἔνδοξος καὶ δυνατὸςοἳ δὴ μάλιστα δυσπαραίτητοι καὶ δυσαπότριπτοι 1 περὶ τὰς κρίσεις καὶ τὰς χειροτονίας ἐντυγχάνοντὲς εἰσιν), μὲν ἔπραξεν Κάτων νέος ὢν ἔτι πρὸς Κάτλον, οὐκ ἄν τινι φανείη ῥᾴδιον ἴσως οὐδ᾽ ἀναγκαῖον. γὰρ Κάτλος ἦν μὲν ἐν ἀξιώματι τῶν Ῥωμαίων μεγίστῳ καὶ τότε τὴν τιμητικὴν ἀρχὴν εἶχεν ἀνέβη δὲ πρὸς τὸν Κάτωνα τεταγμένον ἐπὶ τοῦ δημοσίου ταμιείου παραιτησόμενός τινα τῶν [p. 383] ἐζημιωμένων ὑπ᾽ αὐτοῦ, καὶ λιπαρὴς ἐγίγνετο ταῖς δεήσεσι προσβιαζόμενος: ἄχρι οὗ δυσανασχετήσας ἐκεῖνοςαἰσχρόν ἐστινἔφηΚάτλε, σὲ τὸν τιμητὴν ἀπαλλαγῆναι μὴ βουλόμενον ἐντεῦθεν ὑπὸ τῶν ἐμῶν ὑπηρετῶν ἕλκεσθαι:’ καὶ Κάτλος αἰσχυνθείς, πρὸς ὀργὴν ἀπῆλθε. σκόπει δὲ μὴ τὸ τοῦ Ἀγησιλάου καὶ τὸ τοῦ Θεμιστοκλέους ἐπιεικέστερόν ἐστι, καὶ μετριώτερον. μὲν γὰρ Ἀγησίλαος ὑπὸ τοῦ πατρὸς κελευόμενος κρῖναί τινα δίκην παρὰ τὸν νόμον, ‘ἀλλ᾽ ὑπὸ σοῦ:’ ἔφηπάτερ, πείθεσθαι τοῖς νόμοις ἐδιδασκόμην ἀπ᾽ ἀρχῆς: διὸ καὶ νῦν σοι πείθομαι μηδὲν ποιεῖν 2 παράνομον δὲ Θεμιστοκλῆς πρὸς τὸν Σιμωνίδην ἀξιοῦντά τι τῶν μὴ δικαίωνοὔτ᾽ ἂν σὺ ποιητὴς ἀγαθὸς εἴηςἔφηπαρὰ μέλος: ᾁδων, οὔτ᾽ ἂν ἐγὼ χρηστὸς ἄρχων παρὰ νόμον κρίνων.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: