Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καιρῷ βοηθεῖν πέφυκε. τοὺς γὰρ δοιοὺς
πίθους, ὦ φίλε, οὓς Ὅμηρος 1 ἔφη κηρῶν
ἐμπλείους ἐν οὐρανῷ κεῖσθαι, τὸν μὲν
ἀγαθῶν τὸν δὲ φαύλων, οὐχ ὁ Ζεὺς
ταμιεύων κάθηται, καὶ μεθιεὶς τοῖς μὲν
ἤπια καὶ
μεμιγμένα τοῖς δ᾽ ἄκρατα ῥεύματα τῶν
κακῶν: ἀλλ᾽ ἡμῶν αὐτῶν οἱ μὲν νοῦν
ἔχοντες ἐκ τῶν ἀγαθῶν τοῖς κακοῖς
ἐπαρυτόμενοι τὸν βίον ποιοῦσιν ἡδίω καὶ
ποτιμώτερον, τοῖς δὲ πολλοῖς ὥσπερ ἠθμοῖς
ἐμμένει καὶ προσίσχεται τὰ φαυλότατα, τῶν
βελτιόνων
ὑπεκρεόντων.
διὸ κἂν ἀληθῶς κακῷ τινι καὶ λυπηρῷ
περιπέσωμεν, ἐπάγεσθαι δεῖ τὸ ἱλαρὸν καὶ
τὸ εὔθυμον [p. 554] ἐκ τῶν
ὑπαρχόντων καὶ ὑπολειπομένων ἀγαθῶν, τῷ
οἰκείῳ τἀλλότριον 2 ἐκλεαίνοντας: ὧν δ᾽ ἡ
φύσις οὐδὲν ἔχει κακὸν ἀλλ᾽ ὅλον καὶ
πᾶν τὸ λυποῦν ἐκ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.