Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Πλειὰς Ἀρκτοῦρος, ὧραι σπόρων ὧραι
φυτειῶν: εἷς
δὲ βασιλεὺς; καὶ ἄρχων ‘θεὸς ἀρχήν τε
καὶ μέσα καὶ τελευτὴν ἔχων τοῦ παντός,
εὐθείᾳ περαίνει 1 κατὰ φύσιν περιπορευόμενος:
τῷ δ᾽ ἕπεται Δίκη τῶν ἀπολειπομένων τοῦ
θείου νόμου τιμωρός,’ χρώμεθα πάντες
ἄνθρωποι φύσει πρὸς πάντας ἀνθρώπους
ὥσπερ πολίτας.
τὸ δέ σε μὴ κατοικεῖν Σάρδεις οὐδέν
ἐστιν: οὐδὲ γὰρ Ἀθηναῖοι πάντες
κατοικοῦσι Κολλυτὸν 2 οὐδὲ Κορίνθιοι
Κράνειον οὐδὲ Πιτάνην Λάκωνες. ἆρ᾽ οὖν
ξένοι καὶ ἀπόλιδὲς εἰσιν Ἀθηναίων οἱ
μεταστάντες ἐκ
Μελίτης εἰς Διωμίδα, ὅπου καὶ μῆνα
Μεταγειτνιῶνα καὶ θυσίαν ἐπώνυμον ἄγουσι
τοῦ
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.