Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὰς Εὐμενίδας, ὡς οἱ ποιηταὶ
λέγουσι: ἐγὼ δὲ κἀκεῖνον εἰκάζω φεύγοντα
πολιτικὰς: ταραχὰς 1 καὶ στάσεις καὶ
συκοφαντίας ἐρινυώδεις ἑλέσθαι βραχὺ χωρίον
ἀπραγμόνως ἐν ἡσυχίᾳ κατοικεῖν. Τιβέριος
δὲ Καῖσαρ, ἐν Καπρέαις ἑπτὰ ἔτη
διῃτήθη μέχρι
τῆς τελευτῆς: καὶ τὸ τῆς οἰκουμένης
ἡγεμονικὸν ἱερὸν ὥσπερ εἰς καρδίαν
συνηγμένον οὐδαμοῦ μετέστη τοσοῦτον χρόνον.
ἀλλ᾽ ἐκείνῳ μὲν αἱ τῆς ἡγεμονίας
φροντίδες ἐπιχεόμεναι καὶ προσφερόμεναι
πανταχόθεν, οὐ καθαρὰν παρεῖχον οὐδ᾽
ἀκύμονα
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.