ᾗ πρῶτα μὲν λεὼς οὐκ ἐπακτὸς ἄλλοθεν,
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἰσθμίων εἰς Κόρινθον, ἄνπερ ᾖ
φιλοθέωρος: εἰ δὲ μή, σχολὴ περίπατος
ἀνάγνωσις ὕπνος ἀθορύβητος: τὸ τοῦ
Διογένους ‘Ἀριστοτέλης ἀριστᾷ, ὅταν
δοκῇ [p. 565] Φιλίππῳ ,
Διογένης, ὅταν Διογένει’ μήτε
πραγματείας μήτ᾽ ἄρχοντος μήθ᾽ ἡγεμόνος
τὴν συνήθη δίαιταν περισπῶντος.
διὰ τοῦτο τῶν φρονιμωτάτων καὶ σοφωτάτων
ὀλίγους ἂν
εὕροις ἐν ταῖς ἑαυτῶν πατρίσι
κεκηδευμένους, οἱ δὲ πλεῖστοι μηδενὸς
ἀναγκάζοντος αὐτοὶ τὸ ἀγκύριον 1 ἀράμενοι
μεθωρμίσαντο τοὺς βίους καὶ μετέστησαν οἱ
μὲν εἰς Ἀθήνας οἱ δ᾽ ἐξ Ἀθηνῶν. τίς
γὰρ εἴρηκε τῆς ἑαυτοῦ πατρίδος ἐγκώμιον
τοιοῦτον, οἷον
Εὐριπίδης; 2
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.