Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ καὶ βάρος, ὑφ᾽ οὗ κρατεῖται καὶ ἄγεται δικαίως ἅμα καὶ 1 συμφερόντως. καὶ μὴν ἡλικία γε πρὸς; γάμον καὶ ὥρα τὸ τίκτειν ἔχουσα καὶ τὸ γεννᾶν εὐάρμοστός ἐστιν: ἀκμάζειν δὲ τὴν γυναῖκα πυνθάνομαι, καὶ ἅμα τῷ Πεισίᾳ προσμειδιάσας οὐδενὸς γάρ’ ἔφη ‘τῶν ἀντεραστῶν πρεσβυτέρα οὐδ᾽ ἔχει πολιάς, ὥσπερ ἔνιοι τῶν Βάκχωνι 2 προσαναχρωννυμένων. εἰ δ᾽ οὗτοι καθ᾽ ὥραν ὁμιλοῦσι, τί κωλύει κἀκείνην ἐπιμεληθῆναι τοῦ νεανίσκου βέλτιον ἡστινοσοῦν νέας; δύσμικτα γὰρ τὰ νέα καὶ δυσκέραστα καὶ μόλις ἐν χρόνῳ πολλῷ τὸ φρύαγμα καὶ τὴν ὕβριν ἀφίησιν, ἐν ἀρχῇ δὲ κυμαίνει καὶ ζυγομαχεῖ καὶ μᾶλλον ἂν Ἔρως ἐγγένηται, καὶ καθάπερ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.