Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ ἁρπαγήν’ ἔφη ‘γεγονέναι καὶ βιασμόν, οὐκ ἀπολόγημα καὶ στρατήγημα τοῦ νεανίσκου νοῦν ἔχοντος, ὅτι τὰς τῶν ἐραστῶν ἀγκάλας διαφυγὼν ἐξηυτομόληκεν εἰς χεῖρας καλῆς καὶ πλουσίας γυναικός;’ ‘μὴ λέγε ταῦτ᾽’ εἶπεν ‘ὦ Σώκλαρε, μηδ᾽ ὑπονόει ἐπὶ 1 Βάκχωνος’ ὁ Ἀνθεμίων: ‘καὶ γὰρ εἰ μὴ φύσει τὸν τρόπον ἁπλοῦς ἦν καὶ ἀφελής, ἐμὲ γ᾽ οὐκ ἂν 2 ἀπεκρύψατο, τῶν τ᾽ ἄλλων 3 μεταδιδοὺς ἁπάντων, ἒν τε τούτοις ὁρῶν προθυμότατον ὄντα τῆς Ἰσμηνοδώρας βοηθόν: ἔρωτι δὲ ‘μάχεσθαι χαλεπόν’ οὐ ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.