Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘ παροξυνθεὶς ἀπέκτεινεν αὐτόν. ἀλλὰ 1 γυναιξὶ γε 2 γαμέταις ἀρχαὶ ταῦτα φιλίας, ὥσπερ ἱερῶν [p. 455] μεγάλων κοινωνήματα. καὶ τὸ τῆς ἡδονῆς μικρόν, ἡ δ᾽ ἀπὸ ταύτης ἀναβλαστάνουσα καθ᾽ ἡμέραν τιμὴ καὶ χάρις καὶ ἀγάπησις ἀλλήλων καὶ πίστις οὔτε Δελφοὺς ἐλέγχει ληροῦντας, ὅτι τὴν Ἀφροδίτην ‘Ἄρμα 3 ’ καλοῦσιν, οὔθ᾽ Ὅμηρον ‘φιλότητα’ τὴν τοιαύτην προσαγορεύοντα συνουσίαν: τόν τε Σόλωνα μαρτυρεῖ γεγονέναι τῶν γαμικῶν ἐμπειρότατον νομοθέτην, κελεύσαντα μὴ ἔλαττον ἢ τρὶς κατὰ μῆνα τῇ γαμετῇ πλησιάζειν, οὐχ ἡδονῆς ἕνεκα πόθεν;᾿ ἀλλ᾽ ὥσπερ αἱ πόλεις διὰ χρόνου σπονδὰς ἀνανεοῦνται πρὸς ’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.