previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἀλλὰ μὲν οὕτως ἀναγκαῖα καὶ τοὺς ἀπεσβηκότας κομιδῇ γέροντας:, ἂν μόνον ἐμπνέωσιν, ἐξάπτει καὶ διανίστησιν ἐν δὲ τοῖς ἄλλοις ποτὲ μέν, ὥσπερ εἴρηται, παραιτούμενος ἐμμελὴς ἔσται τὰ γλίσχρα καὶ διακονικὰ καὶ μείζονας ἔχοντα τοῖς πράττουσιν ἀσχολίας δι᾽ οὓς πράττεται χρείας καὶ ὠφελείας: ἔστι δ᾽ ὅπου περιμένων καλέσαι καὶ ποθῆσαι καὶ μετελθεῖν οἴκοθεν τοὺς πολίτας ἀξιοπιστότερος δεομένοις κάτεισι. τὰ δὲ πλεῖστα καὶ παρὼν σιωπῇ τοῖς νεωτέροις λέγειν παρίησιν, οἷον βραβεύων φιλοτιμίας πολιτικῆς ἅμιλλαν ἐὰν δ᾽ ὑπερβάλλῃ τὸ μέτριον, καθαπτόμενος ἠπίως καὶ μετ᾽ εὐμενείας ἀφαιρῶν φιλονεικίας καὶ βλασφημίας καὶ ὀργάς, ἐν δὲ ταῖς γνώμαις τὸν ἁμαρτάνοντα παραμυθούμενος 1 ἄνευ ψόγου καὶ διδάσκων, ἐπαινῶν δ᾽ ἀφόβως 2 τὸν κατορθοῦντα καὶ νικώμενος ἑκουσίως καὶ προϊέμενος τὸ πεῖσαι καὶ περιγενέσθαι πολλάκις ὅπως αὐξάνωνται καὶ θαρσῶσιν, ἐνίοις δ᾽ καὶ συναναπληρῶν μετ᾽ εὐφημίας τὸ ἐλλεῖπον, ὡς Νέστωρ
οὔτις τοι τὸν μῦθον ὀνόσσεται ὅσσοι Ἀχαιοί,
3 οὐδὲ πάλιν ἐρέει: ἀτὰρ οὐ τέλος ἵκεο: μύθων,
μὴν καὶ νέος ἐσσί, ἐμὸς δέ κε καὶ πάις εἴης.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: