previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τούτου δὲ πολιτικώτερον 1, μὴ μόνον ἐμφανῶς μηδὲ δημοσίᾳ 2 ὀνειδίζων 3 4 ἄνευ δηγμοῦ σφόδρα [p. 53] κολούοντος καὶ ταπεινοῦντος, ἀλλὰ μᾶλλον ἰδίᾳ τοῖς εὖ πεφυκόσι πρὸς πολιτείαν ὑποτιθέμενος καὶ συνεισηγούμενος εὐμενῶς λόγους τε χρηστοὺς; καὶ πολιτεύματα, συνεξορμῶν πρὸς τὰ καλὰ καὶ συνεπιλαμπρύνων τὸ φρόνημα καὶ παρέχων, ὥσπερ οἱ διδάσκοντες ἱππεύειν, ἐν ἀρχῇ χειροήθη καὶ πρᾶον ἐπιβῆναι τὸν δῆμον: εἰ, δέ τι σφαλείη, μὴ περιορῶν ἐξαθυμοῦντα τὸν νέον; ἀλλ᾽: ἀνιστὰς καὶ παραμυθούμενος, ὡς Ἀριστείδης Κίμωνα καὶ Μνησίφιλος Θεμιστοκλέα, δυσχεραινομένους καὶ κακῶς ἀκούοντας ἐν τῇ πόλει τὸ πρῶτον ὡς ἰταμοὺς καὶ ἀκολάστους, ἐπῆραν καὶ ἀνεθάρρυναν. λέγεται δὲ καὶ Δημοσθένους ἐκπεσόντος ἐν τῷ δήμῳ καὶ βαρέως φέροντος ἅψασθαι 5 παλαιόν τινα γέροντα τῶν ἀκηκοότων 1 Περικλέους καὶ εἰπεῖν, ὡς ἐκείνῳ, τἀνδρὶ προσεοικὼς τὴν φύσιν οὐ δικαίως αὑτοῦ κατέγνωκεν. οὕτω δὲ καὶ Τιμόθεον Εὐριπίδης συριττόμενον ἐπὶ τῇ καινοτομίᾳ καὶ παρανομεῖν εἰς τὴν μουσικὴν δοκοῦντα θαρρεῖν ἐκέλευσεν, ὡς ὀλίγου χρόνου τῶν θεάτρων ὑπ᾽ αὐτῷ γενησομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: