previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παρὰ πάντα δὲ ταῦτα χρὴ μνημονεύειν, ὡς οὐκ ἔστι πολιτεύεσθαι μόνον τὸ ἄρχειν καὶ πρε [p. 56] σβεύειν καὶ μέγα βοᾶν ἐν ἐκκλησίᾳ καὶ περὶ τὸ βῆμα βακχεύειν λέγοντας γράφοντας, οἱ πολλοὶ τοῦ 1 πολιτεύεσθαι νομίζουσιν, ὥσπερ ἀμέλει καὶ φιλοσοφεῖν τοὺς ἀπὸ τοῦ δίφρου διαλεγομένους καὶ σχολὰς ἐπὶ βιβλίοις περαίνοντας: δὲ συνεχὴς ἐν ἔργοις καὶ πράξεσιν ὁρωμένη καθ᾽ ἡμέραν ὁμαλῶς 2 πολιτεία καὶ φιλοσοφία λέληθεν αὐτούς. καὶ γὰρ τοὺς ἐν ταῖς στοαῖς ἀνακάμπτοντας περιπατεῖν φασιν, ὡς ἔλεγε Δικαίαρχος 3, οὐκέτι δὲ τοὺς εἰς ἀγρὸν πρὸς φίλον βαδίζοντας. ὅμοιον δ᾽ ἐστὶ τῷ φιλοσοφεῖν τὸ πολιτεύεσθαι. Σωκράτης γοῦν οὔτε βάθρα θεὶς οὔτ᾽ εἰς θρόνον καθίσας οὔθ᾽ ὥραν διατριβῆς περιπάτου τοῖς γνωρίμοις τεταγμένην φυλάττων, ἀλλὰ καὶ συμπαίζων 4, ὅτε τύχοι, καὶ συμπίνων καὶ συστρατευόμενος ἐνίοις καὶ συναγοράζων, τέλος δὲ καὶ δεδεμένος 5 καὶ πίνων τὸ φάρμακον, ἐφιλοσόφει πρῶτος ἀποδείξας τὸν βίον ἅπαντι χρόνῳ καὶ μέρει καὶ πάθεσι καὶ πράγμασιν ἁπλῶς ἅπασι φιλοσοφίαν δεχόμενον. οὕτω δὴ διανοητέον καὶ περὶ πολιτείας, ὡς τοὺς μὲν ἀνοήτους, οὐδ᾽ ὅταν στρατηγῶσιν γραμματεύωσιν δημηγορῶσι, πολιτευομένους ἀλλ᾽ ὀχλοκοποῦντας πανηγυρίζοντας στασιάζοντας λειτουργοῦντας ἀναγκαίως: τὸν δὲ κοινωνικὸν καὶ φιλάνθρωπον καὶ φιλόπολιν καὶ κηδεμονικὸν καὶ πολιτικὸν ἀληθῶς, κἂν μηδέποτε τὴν χλαμύδα περί; [p. 57] θηται, πολιτευόμενον ἀεὶ τῷ παρορμᾶν τοὺς δυναμένους 6, ὑφηγεῖσθαι τοῖς δεομένοις, συμπαρεῖναι τοῖς βουλευομένοις, διατρέπειν τοὺς κακοπραγμονοῦντας, ἐπιρρωννύναι τοὺς εὐγνώμονας, φανερὸν εἶναι μὴ παρέργως προσέχοντα τοῖς κοινοῖς μηδ᾽ ὅπου σπουδή τις παράκλησις διὰ τὸ πρωτεῖον 7 εἰς τὸ θέατρον βαδίζοντα καὶ τὸ βουλευτήριον, ἄλλως δὲ διαγωγῆς χάριν ὡς ἐπὶ θέαν ἀκρόασιν, ὅταν ἐπέλθῃ, παραγιγνόμενον, ἀλλά, κἂν μὴ παραγένηται τῷ σώματι , παρόντα τῇ γνώμῃ καὶ τῷ πυνθάνεσθαι τὰ μὲν ἀποδεχόμενον τοῖς δὲ δυσκολαίνοντα τῶν πραττομένων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: