previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


παρὰ πάντα ταῦτα λέγεται πολιτεία τάξις καὶ κατάστασις πόλεως διοικοῦσα τὰς πράξεις: καθά φασι τρεῖς εἶναι πολιτείας, μοναρχίαν καὶ ὀλιγαρχίαν καὶ δημοκρατίαν, ὧν καὶ Ἡρόδοτος 1 ἐν τῇ τρίτῃ σύγκρισιν πεποίηται: καὶ δοκοῦσι γενικώταται 2 εἶναι. τὰς γὰρ ἄλλας, ὥσπερ ἐν τοῖς μουσικοῖς διαγράμμασι τῶν πρώτων τρόπων ἀνιεμένων ἐπιτεινομένων, συμβέβηκε παρακρούσεις καὶ διαφθορὰς [p. 132] κατ᾽ ἔλλειψιν καὶ ὑπερβολὴν εἶναι. ταύτας καὶ πλεῖστον καὶ μέγιστον ἐν ἡγεμονίαις δυνηθείσας 3 τῶν ἐθνῶν 4 ἀπεκληρώσαντο τὰς πολιτείας, Πέρσαι μὲν αὐτοκρατῆ βασιλείαν καὶ ἀνυπεύθυνον, Σπαρτιᾶται δ᾽, ἀριστοκρατικὴν ὀλιγαρχίαν καὶ αὐθέκαστον, Ἀθηναῖοι δ᾽, αὐτόνομον καὶ ἄκρατον δημοκρατίαν. ὧν ἁμαρτανομένων παρατροπαὶ καὶ ὑπερχύσεις εἰσὶν αἱ λεγόμεναι τυραννίδες καὶ δυναστεῖαι καὶ ὀχλοκρατίαι: ὅταν βασιλεία μὲν ὕβριν ἐντέκῃ καὶ τὸ 5 ἀνυπεύθυνον: ὀλιγαρχία δ᾽ ὑπερφροσύνην καὶ τὸ αὔθαδες : δημοκρατία δ̓ ἀναρχίαν, ἰσότης δ᾽ 6 ἀμετρίαν, πᾶσαι δὲ τὸ ἀνόητον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: