Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[41]
ἐννόει τὸ λοιπὸν οἷα εἰκὸς ἐπ᾽ αὐτῷ γενήσεσθαι, ποίας μὲν οὐ μελίττας ἐπιστήσεσθαι ^ ἐπὶ τὸν τόπον, τίνας δέ τέττιγας οὐκ ἐπᾴσεσθαι,^ τίνας δὲ κορώνας οὐκ ἐπιπτήσεσθαι καθάπερ ἐπὶ τὸν Ἡσιόδου τάφον, καὶ τὰ τοιαῦτα. εἰκόνας μὲν γὰρ παρά τε Ἠλείων αὐτῶν παρά τε τῶν ἄλλων Ἑλλήνων, οἷς καὶ ἐπεσταλκέναι ἔλεγεν,^ αὐτίκα μάλα οἶδα πολλὰς ἀναστησομένας. φασὶ
δὲ πάσαις σχεδὸν ταῖς ἐνδόξοις πόλεσιν ἐπιστολὰς
διαπέμψαι αὐτόν, διαθήκας τινὰς καὶ παραινέσεις
καὶ νόμους: καί τινας ἐπὶ τούτῳ πρεσβευτὰς τῶν ἑταίρων ἐχειροτόνησεν, νεκραγγέλους καὶ
νερτεροδρόμους προσαγορεύσας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.